Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Arte (The Art)

Littré 1849

διαῤῥεῖν ποιέει, ἃ οὐκ ἂν διεῤῥύη μὴ τοῦτο παθόντα. Ἕτερα μὲν οὖν πρὸς ἑτέρων, καὶ ἄλλα δι’ ἄλλων ἐστὶ τά τε διιόντα τά τ’ ἐξαγγέλλοντα, ὥστ’ οὐ θαυμάσιον αὐτῶν τάς τε ἀπιστίας χρονιωτέρας γίνεσθαι τάς τ’ ἐγχειρήσιας βραχυτέρας, οὕτω δι’ ἀλλοτρίων ἑρμηνειῶν πρὸς τὴν θεραπεύουσαν ξύνεσιν ἑρμηνευομένων.

13. Ὅτι μὲν οὖν καὶ λόγους ἐν ἑωυτῇ εὐπόρους ἐς τὰς ἐπικουρίας ἔχει ἡ ἰητρικὴ, καὶ οὐκ εὐδιορθώτοισι δικαίως οὐκ ἂν ἐγχειρέοι τῇσι νούσοισιν, ἢ ἐγχειρευμένας ἀναμαρτήτους ἂν παρέχοι, οἵ τε νῦν λεγόμενοι λόγοι δηλοῦσιν αἵ τε τῶν εἰδότων τὴν τέχνην ἐπιδείξιες, ἃς ἐκ τῶν ἔργων ἥδιον ἢ ἐκ τῶν λόγων ἐπιδεικνύουσιν, οὐ τὸ λέγειν καταμελετήσαντες, ἀλλὰ τὴν πίστιν τῷ πλήθει ἐξ ὧν ἂν ἴδωσιν οἰκειοτέρην ἡγεύμενοι, ἢ ἐξ ὧν ἂν ἀκούσωσιν.

Work

Title: Hippocrates: De Arte
English: The Art
Original: Περὶ τέχνης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 2-26

Publisher: Baillière, Paris

Download

Hipp-Gr_037.xml [35 Kb]