Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Liquidorum Usu (Use of Liquids)

Littré 1849

ΠΕΡΙ ΥΓΡΩΝ ΧΡΗΣΙΟΣ.

1. Ὕδωρ ποτὸν, ἁλμυρὸν, θάλασσα. Ποτὸν μὲν, κατ’ ἰητρεῖον κράτιστον· καὶ γὰρ σιδηρίοισι καὶ χαλκείοισι κράτιστον, καὶ φαρμάκοισι τοῖσι πλείστοισι παλαιουμένοισι κοινότατον. Ἐς δὲ χρῶτα γνῶναι δεῖ, ὅτι τοῦτο ἢ τέγξει ἢ ψύξει ἢ θέρμῃ, ἄλλῳ δὲ οὐδενὶ ὠφελέει ἢ βλάπτει ποτόν. Ὅπου ὀλίγου ποτοῦ, σπόγγῳ· χρῆσις, ἄριστον ὀφθαλμοῖσι, [εἰ] αὐτὸ τὸ δέρμα ἐφήλκωται. Θερμῷ, αἰόνησις, πυρίη τοῦ σώματος ἅπαντος ἢ μέρεος, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις, νεύρων συστελλομένων πάρεσις, σαρκῶν πλαδαρῶν ἐκχύμωσις, ἱδρῶτος ἄφοδος· ὑγρῆναι, προσκλύσαι οἷον ῥῖνας, κύστιν, φύσας, σαρκῶσαι, ἁπαλῦναι, τῆξαι, μινυθίσαι, χροιὴν ἀνακαλέσαι, χροιὴν ἀνασκεδάσαι. Ὑπνικὸν καὶ κατὰ κεφαλῆς καὶ ἄλλων· σπασμῶν, τετάνων παρηγορικόν· ὀδύνας κωφοῖ ὠτὸς, ὀφθαλμῶν, ὅσα τοιαῦτα. Τὰ ψυχρὰ θερμῆναι, οἷον πίσσα ἐν ἕλκεσι, πλὴν τοῖσιν αἱμοῤῥαγεῦσιν ἢ μέλλουσι, κατήγμασιν, ἐκπτώμασι, τοῖσιν ἄλλοισι, οἷσιν ἂν ὀθόνια ἰητρός· καρηβαρίῃ. Τὸ μέτριον

Work

Title: Hippocrates: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 118-136

Publisher: Baillière, Paris

Download

Hipp-Gr_039.xml [21 Kb]