Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Liquidorum Usu (Use of Liquids)

Littré 1849

ἑκάστῳ, μὴ πρόσω, οἴδαμεν βασανίζειν, οἷον τὸ θερμὸν τῷ χρωτὶ, ἐξ ὑπερβολῆς ἐφ’ ἑκάτερα, ὡς ἀμφοῖν μὴ ἁμαρτάνῃ, σημαινόμενος ταῖς βλάβαις ἢ οὐκ ὠφελείαις, οἷον χλιαροῦ· δεῖ γὰρ τῇσι βλάβῃσιν ἢ τῇσιν ὠφελείῃσιν, κἂν ὦσι, χρῆσθαι μέχρι τοῦ ὠφελέοντος ἢ μέχρι τοῦ βλάπτοντος. Τέγξις μὲν οὖν, ἀσθενές· ψύξις δὲ καὶ θάλψις, ἰσχυρὸν, ὡς ἐξ ἡλίου· τὸ δὲ ψυχρὸν, θερμὸν ἐὸν ὡς ποτὸν, ἀσθενέον τι. Ἀλλὰ τὸ μὲν θερμὸν, μὴ πρόσω καίειν, κρίνει δ’ αὐτὸς, πλὴν τοῖσιν ἀφώνοισιν, ἢ παραπληγικοῖσιν, ἢ νεναρκωμένοισιν, ἢ οἷα ἐπὶ τρώμασι κατεψυγμένοισιν ἢ ὑπερωδύνοισι, τούτοισι δὲ ἀναίσθητα· λάθοις γὰρ ἂν κατακαύσας· καὶ τὰ ἐκπτώματα δὲ τὰ βαθέα καὶ τὰ μεγάλα· ἤδη καὶ πόδες ἀπέπεσον, καταψυχθέντες, ἐκ καταχύσιος θερμοῦ· ἀλλὰ τούτοισιν ὁ τοῦ καταχέοντος χρὼς, κριτής. Καὶ ψυχροῦ δὲ ὡσαύτως. Τούτων δ’ αὐτῶν τὸ ὀλίγον ἑκατέρου, ἀσθενές· τὸ δὲ πολὺ, ἰσχυρόν· ἀλλὰ μὴν ἐᾷν, μέχρι γένηται οὗ ἕνεκα ποιέεται· τὸ ἔσχατον προπαύειν πρὶν γενέσθαι· τούτων δὲ ἑκάτερον βλάπτει. Βλάπτει δὲ ταῦτα τὸ θερμὸν πλέον χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας, ταῦτα ἐς θάνατον· τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα. Αἱ μὲν μετριότητες ἐκ τούτων. Τὰ δ’ ἄλλα βλάπτει καὶ ὠφελέει τὰ εἰρημένα ἡδονῇσι καὶ εὐφορίῃσι καὶ ἀχθηδόσι καὶ δυσφορίῃσιν, αἳ καθ’ ἓν ἕκαστον αὐτῶν ὁμολογοῦσαι φαίνονται.

Work

Title: Hippocrates: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 118-136

Publisher: Baillière, Paris

Download

Hipp-Gr_039.xml [21 Kb]