Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Liquidorum Usu (Use of Liquids)

Littré 1849

ἥδεσθαι δοκέει θερμῷ, σκεπτέον τὸ χωρίον, καὶ μετέχει· καὶ ἄκρεα, καὶ κύστις, καὶ γονὴ, καὶ ἄλλος γόνος ὁ γυμνός· ἔστι τε φύσει ψυχρότερος, ἢ ὥς τις οἴεται· ἄνω γὰρ, οὐ κάτω θερμὸν ἀΐσσει· διὰ ταῦτα ἥδεται. Ὅτι μετὰ τὸ θερμὸν ψύχεται τὸ σῶμα διαχυθὲν μᾶλλον, μετὰ δὲ τὸ ψυχρὸν ἀναθερμαίνεται μᾶλλον συσταλέν· οἷον καὶ τὰ ὕδατα, ψυκτέα, θερμαντέα, διὰ λεπτότητα· ὅτι μετὰ τὸ θερμὸν σκληρύνεται μᾶλλον ἐπιξηρανθὲν, οἷον ὀφθαλμοὶ μετὰ τὸ ψυχρόν· τὸ μὲν γὰρ ὅμοιον τῷ περιέχοντι, τὸ δὲ οὔ.

3. Θάλασσα δὲ, τοῖσι κνησμώδεσι καὶ δακνώδεσι, καὶ λούειν καὶ πυριῇν θερμῇ, τοῖσι μὲν ἀήθεσιν ὑπολιπαίνονται, πρὸς ἕλκεα δὲ πυρίκαυτα καὶ ἀποσύρματα καὶ ὅσα τοιαῦτα πολέμιον, ἐπιτήδειον δὲ τοῖσι καθαροῖσιν, ἀγαθὸν καὶ ἰσχναίνειν εὖ, ὡς τὰ τῶν ἁλιέων ἕλκεα· ταῦτα γὰρ οὐδ’ ἐκπυεῖ, ἢν μὴ ψαύῃ· καὶ πρὸς ὑποδεσμίδας· καὶ τὰ νεμόμενα παύει καὶ ἵστησιν, ὡς ἅλες καὶ ἁλμυρίδες καὶ λίτρον· πάντα δὲ ταῦτα σμικρῷ μὲν χρωμένῳ ἐρεθιστικὰ, προσνικῶντι δὲ ἀγαθά· βέλτιον δὲ θέρμη πρὸς τὰ πλεῖστα.

4. Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν· καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων·

Work

Title: Hippocrates: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 118-136

Publisher: Baillière, Paris

Download

Hipp-Gr_039.xml [21 Kb]