Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Liquidorum Usu (Use of Liquids)

Littré 1849

εἶτ’ ἐφελκοῦται, τὸ μὲν ψυχρὸν βλάπτει, τὸ δὲ θερμὸν ὠφελέει. Ἃ δὲ ἄμφω ὠφελέει, τὰ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἄνευ ἕλκεος ποδαγρικὰ, καὶ σπάσματα πλεῖστα, τοῦτο ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει, ἰσχναίνει καὶ ὀδύνην ναρκοῖ, νάρκη δὲ μετρίη ὀδύνης ληκτικόν· καὶ τὸ θερμὸν ἰσχναίνει καὶ μαλθάσσει. Τοῖσι δὲ ποδαγρικοῖσι, παρέσεσι, τετάνοισι, σπασμοῖσι, τὰ τοιαῦτα· συντάσιες, τρόμοι, παραπληγίαι, τὰ τοιαῦτα· χαλάσιες, νάρκαι, ἀναυδίαι, τὰ τοιαῦτα· κάτωθεν ἀπολήμψιες, φυλάσσεσθαι δὲ ἐν τῇ ψυχρᾷ χρήσει, ψυχροῖσι χρεόμενος μᾶλλον ἢ τἀναντία. Τὰ δὲ ἐς τὰ ἄρθρα ἐσκληρυσμένα ἢ ὑπὸ φλεγμονῆς ποτε γενομένης ἢ ἀγκύλης, προυργιαίτατα, ἐς ἀσκίον θερμὰ ἐγχέοντας, τὴν χεῖρα ἐναποδῆσαι. Καὶ ὄμματα, δακρύου παρηγορικὸν καταλείφοντα, πρὸς τὰ δριμέα λίπος προσηνὲς, ὥστε μὴ ἅπτεσθαι τὸ ἁλμῶδες, καὶ τοῖσι βοθρίοισι διάνιψις καὶ πλήρωσις ἐς φύσιν ἄγουσα. Ὀφθαλμοῖσι θερμὸν ὀδύνῃσιν, ἐμπυήσεσι, δακρύων δακνωδέων, ξηροῖσιν ἅπασιν. Τὸ ψυχρὸν, ἀνωδύνοισιν, ἐξερύθροισι· τοῖσι δὲ εἰθισμένοισι συστροφὰς κατὰ φλέβας

Work

Title: Hippocrates: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 118-136

Publisher: Baillière, Paris

Download

Hipp-Gr_039.xml [21 Kb]