Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Liquidorum Usu (Use of Liquids)

Littré 1849

ποιέον, οἷα χοιραδώδεα, κατὰ θώρηκα, καὶ ἄλλα σκληρά· ἀρχῷ δὲ καὶ ὑστέρῃσιν οὐ πάνυ ἐνδέχεται, αἷμα ἐν ψύχει οὐρέουσιν. Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδυνώδεα ἀνεκπύητα ποιέει, πελιαίνει, μελαίνει, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέει· θέρμη δὲ ταῦτα ῥύεται, τὰ δὲ ἐν κεφαλῇ καὶ καρηβαρίας. Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφάλειαν, δέρμα μαλθάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὸ δ’ ἐν κεφαλῇ, καὶ καρηβαρίαν λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μᾶλλον δὲ τοῖσιν ἐψιλωμένοισι, τούτων δὲ μάλιστα τῶν ἐν κεφαλῇ τρώμασιν ἑκουσίοισι καὶ ἀκουσίοισι, καὶ ὅσα ὑπὸ ψύχεος ἢ θνήσκει ἢ ἑλκοῦται, ἔτι ἑλκώμασιν ἑκουσίοισί τε καὶ ἀκουσίοισιν, ἀπούρμασιν, ἕρπησιν ἐσθιομένοισι, μελαινομένοισιν ἐν νούσοισιν, ἀκοῇ, ἕδρῃ, ὑστέρῃ, τούτοισι πᾶσι τὸ θερμὸν φίλιον

Work

Title: Hippocrates: De Liquidorum Usu
English: Use of Liquids
Original: Περὶ ὑγρῶν χρήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 118-136

Publisher: Baillière, Paris

Download

Hipp-Gr_039.xml [21 Kb]