Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

καιρὸς, καὶ ὅ τι ἀκαιρίη· καὶ τῶν τεχνέων τῶν ἄλλων ᾗσί τε ἔοικε, καὶ ᾗσιν οὐδὲν ἔοικε· καὶ τοῦ σώματος ὅ τι θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν, καὶ ὅ τι ἰσχυρὸν ἢ ἀσθενὲς, ἢ πυκνὸν, ἢ ἀραιόν· καὶ ὁκόσα τῶν πολλῶν ὀλίγα γίνεται, ἢ ἐπὶ τὸ κάκιον, ἢ ἐπὶ τὸ ἄμεινον· καὶ ὅ τι καλῶς ἢ αἰσχρῶς, ἢ βραδέως ἢ ταχέως, ἢ ὀρθῶς ἢ μὴ ὀρθῶς· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ γενόμενον ἀγαθὸν ποιέει· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ ἀνάγκη γενέσθαι. Ταῦτα ἐνθυμηθέντα διαφυλάσσειν δεῖ ἐν τοῖσι λόγοισιν· ὅ τι ἂν δέ τις τούτων ἁμαρτάνῃ ἢ λέγων, ἢ ἐρωτῶν, ἢ ἀποκρινόμενος, καὶ ἢν πουλλὰ ἐόντα ὀλίγα φῇ εἶναι, ἢ μεγάλα ἐόντα σμικρὰ, καὶ ἢν ἀδύνατα ἐόντα δυνατὰ φῇ εἶναι, ἢ ὅ τι ἂν ἄλλο ἁμαρτάνῃ λέγων, ταύτῃ φυλάσσοντα χρὴ ἐπιτίθεσθαι ἐν τῇ ἀντιλογίῃ.

2. Αἱ μὲν οὖν νοῦσοι γίνονται ἅπασαι, τῶν μὲν ἐν τῷ σώματι ἐνεόντων, ἀπό τε χολῆς καὶ φλέγματος, τῶν δὲ ἔξωθεν, ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ὑπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος, καὶ τοῦ ψυχροῦ ὑπερψύχοντος, καὶ τοῦ ξηροῦ ὑπερξηραίνοντος, καὶ τοῦ ὑγροῦ ὑπερυγραίνοντος. Καὶ ἡ μὲν χολὴ καὶ τὸ φλέγμα γινομένοισί τε συγγίνεται, καὶ ἔνι αἰεὶ ἐν τῷ σώματι ἢ πλέον ἢ ἔλασσον· τὰς δὲ νούσους παρέχει, τὰς μὲν ἀπὸ σιτίων καὶ ποτῶν, τὰς δὲ ἀπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος καὶ ἀπὸ τοῦ ψυχροῦ ὑπερψύχοντος.

3. Ἀνάγκη δὲ τὰ τοιάδε ἔχει ὥστε γίνεσθαι, ὁκόταν γίνηται· ἐν μὲν τοῖσι τρώμασι νεῦρα τὰ παχέα τιτρωσκομένους χωλοῦσθαι καὶ τῶν μυῶν τὰς κεφαλὰς, μάλιστα τῶν ἐν τοῖσι μηροῖσιν· ἀποθνήσκειν

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]