Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

καιρός ἐστιν, ἐπὴν πάθῃ τι τούτων ὥνθρωπος· ὅ τι ἄν τις πρὸ τοῦ τὴν ψυχὴν μεθεῖναι ὠφελήσῃ, τοῦθ’ ἅπαν ἐν καιρῷ ὠφέλησεν. Ἔστι μὲν οὖν σχεδόν τι οὗτος ὁ καιρὸς καὶ ἐν τοῖσιν ἄλλοισι νουσήμασιν· αἰεὶ γὰρ, ἐν ᾧ ἄν τις ὠφελήσῃ, ἐν καιρῷ ὠφέλησεν. Ὁκόσα δὲ τῶν νουσημάτων ἢ τρωμάτων μὴ ἐς θάνατον φέρει, ἀλλὰ καίριά ἐστιν, ὀδύναι τε γίνονται ἐν αὐτέοισι, καὶ οἷά τέ ἐστιν, ἤν τις ὀρθῶς θεραπεύσῃ, παύσασθαι, τούτοισι δὲ ἀρκέουσι γινόμεναι αἱ ὠφέλειαι ἀπὸ τοῦ ἰητροῦ ὅταν γίνωνται· καὶ γὰρ μὴ παρεόντος τοῦ ἰητροῦ, ἐπαύσαντο ἄν. Ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρός ἐστι θεραπεύεσθαι τὸ πρωῒ τῆς ἡμέρης, διαφέρει δὲ οὐδὲν ἢ πάνυ πρωῒ, ἢ ὀλίγῳ ὕστερον· ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρὸς θεραπευθῆναι ἅπαξ τῆς ἡμέρης, καὶ ὁπηνίκα γε οὐδὲν διαφέρει· ἕτερα δὲ, διὰ τρίτης ἢ τετάρτης ἡμέρης· καὶ ἕτερα ἅπαξ τοῦ μηνός· καὶ ἕτερά γε διὰ τριῶν μηνῶν, καὶ τοῦ τρίτου ἱσταμένου ἢ φθίνοντος, οὐδὲν διαφέρει· τοιοῦτοι οἱ καιροί εἰσιν ἐνίοισι, καὶ ἀκριβείην οὐκ ἔχουσιν ἄλλην, ἢ ταύτην. Ἀκαιρίη δέ ἐστι τὰ τοιάδε· ὅσα μὲν πρωῒ δεῖ θεραπεύεσθαι, ἢν μεσημβρίῃ θεραπεύηται, ἀκαίρως θεραπεύεται· ἀκαίρως δὲ ταύτῃ, ἐπεὶ ὅσα τάχα ῥοπὴν ἴσχει ἐς τὸ κάκιον διὰ τὴν μὴ ἐν καιρῷ θεραπείην, ἤν τε μεσημβρίης, ἤν τε ὀψὲ, ἤν τε τῆς νυκτὸς

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]