Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

τὰ δὲ μὴ ἀνυστὰ εἰδέναι, διότι οὐκ ἀνυστὰ, καὶ θεραπεύοντα τοὺς τὰ τοιαῦτα ἔχοντας ὠφελέειν ἀπὸ τῆς θεραπείης ἐς τὸ ἀνυστόν. Τὰ δὲ προσφερόμενα τοῖσι νοσέουσιν ὧδε χρὴ φυλάσσειν τά τε ὀρθῶς καὶ τὰ μὴ ὀρθῶς· ἤν τις ἃ δεῖ ξηραίνειν, ὑγραίνῃ, ἢ ἃ δεῖ ὑγραίνειν, ξηραίνῃ, ἢ ἃ παχύνειν δέοι, μὴ προσφέρῃ ἀφ’ ὧν δεῖ παχύνειν, ἢ ἃ δεῖ λεπτύνειν, μὴ λεπτύνῃ, ἢ ψύχειν, μὴ ψύχῃ, ἢ θερμαίνειν, μὴ θερμαίνῃ, ἢ σήπειν, μὴ σήπῃ, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον τούτοισιν.

7. Τὰ δὲ τοιάδε ἀνθρώποισιν ἀπὸ ταυτομάτου ἐν τῇσι νούσοισι γίνεται καὶ ἀγαθὰ καὶ κακά· πυρέσσοντι μὲν καὶ χολῶντι ἐν καιρῷ σκεδασθεῖσα ἔξω ἡ χολὴ, ἀγαθὸν, ὑπὸ τὸ δέρμα κεχυμένη καὶ ἐσκεδασμένη καὶ εὐπετεστέρη ἔχειν τε τῷ ἔχοντι, καὶ τῷ ἰωμένῳ ἰῆσθαι· κεχυμένη δὲ καὶ ἐσκεδασμένη, πρὸς ἕν τι τοῦ σώματος προσπεσοῦσα, κακόν. Κοιλίη ταραχθεῖσα ὑπὸ πλευρίτιδος ἐχομένῳ ἢ περιπλευμονίης, ἢ ἐμπύῳ ἐόντι, κακόν· πυρέσσοντι δὲ ἢ τρῶμα τετρωμένῳ κοιλίη ἀποξηρανθεῖσα, κακόν· ὑφύδρῳ καὶ σπληνώδεϊ καὶ ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ ταραχθεῖσα ἡ κοιλίη ἰσχυρῶς, ἀγαθόν. Ἐρυσίπελας ἢν ἔξω κατακεχυμένον ἔσω τράπηται, κακόν· ἢν δ’ ἔσω κατακεχυμένον ἔξω τράπηται, ἀγαθόν. Διαῤῥοίῃ δὲ ἐχομένῳ ἰσχυρῇ ὁ ἔμετος γενόμενος, ἀγαθόν. Γυναικὶ αἷμα ἐμεούσῃ τὰ καταμήνια ῥαγῆναι, ἀγαθόν· ὑπὸ ῥόου δὲ πιεζομένῃ, ἐς τὰς ῥῖνας ἢ ἐς τὸ στόμα μεταπεσεῖν τὸν ῥόον, ἀγαθόν. Γυναικὶ ὑπὸ σπασμοῦ ἐχομένῃ ἐκ τόκου πυρετὸν ἐπιγενέσθαι ἀγαθόν· καὶ τετάνου

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]