Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

δῷ τι ὁ ἰητρὸς, καὶ κακῶς σχῇ, ἢ καὶ ἀπόληται, ὁ ἰητρὸς αἴτιος. Σχεδὸν δὲ ὅσα ἀνάγκας ἔχει ὥστε γίνεσθαι ἐν τοῖσι νουσήμασι καὶ τρώμασι κακὰ ἐπὶ κακοῖσι, τὸν ἰητρὸν αἰτιῶνται τούτων γινομένων, καὶ τὴν ἀνάγκην τὴν τὰ τοιαῦτα ἀναγκάζουσαν γίνεσθαι οὐ γινώσκουσιν. Καὶ ἢν ἐπὶ πυρέσσοντι ἢ τρῶμα ἔχοντι, ἐσελθὼν καὶ προσενέγκας, τὸ πρῶτον μὴ ὠφελήσῃ, ἀλλὰ τῇ ὑστεραίῃ κάκιον ἔχῃ, τὸν ἰητρὸν αἰτιῶνται· ἢν δὲ ὠφελήσῃ, τοῦτο δὲ οὐχ ὁμαλῶς ἐπαινέουσι· χρεὼν γὰρ πεπονθέναι αὐτὸν δοκέουσι· τὰ δὲ ἕλκεα φλεγμαίνειν, καὶ ἐν τῇσι νούσοισιν ἔστιν ᾗσιν ὀδύνας γίνεσθαι, ταῦτα δὲ οὐ δοκέουσι χρεὼν εἶναι γίνεσθαι αὐτοῖσιν, οὐδὲ τὰ τοιάδε ὥστε γίνεσθαι· νεῦρον διακοπὲν μὴ ξυμφῦναι, μηδὲ κύστιν, μηδὲ ἔντερον, ἢν ᾖ τῶν λεπτῶν, μηδὲ φλέβα αἱμόῤῥοον, μηδὲ γνάθου τὸ λεπτὸν, μηδὲ τὸ ἐπὶ τοῦ αἰδοίου δέρμα.

9. Ἀρχὴ δὲ ἰήσιος ἀποδεδειγμένη μὲν οὐκ ἔστιν, ἥτις ὀρθῶς ἀρχή ἐστι πάσης τῆς τέχνης, οὐδὲ δεύτερον οὐδὲν, οὐδὲ μέσον, οὐδὲ τελευτή· ἀλλὰ ἀρχόμεθά τε αὐτῆς, ἄλλοτε λέγοντες, ἄλλοτε ἐργαζόμενοι, καὶ τελευτῶμεν ὡσαύτως· καὶ οὔτε λέγοντες ἀρχόμεθα ἐκ τῶν αὐτῶν λόγων, οὐδ’ ἢν περὶ τῶν αὐτῶν λέγωμεν, οὐδὲ ἐς τοὺς αὐτοὺς τελευτῶμεν· καὶ ἐργαζόμενοι, κατὰ τὸν αὐτὸν λόγον οὔτε ἀρχόμεθα ἐκ τῶν αὐτῶν ἔργων, οὔτε τελευτῶμεν ἐς τὰ αὐτὰ.

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]