Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

10. Εὐχειρίη δέ ἐστι τὰ τοιάδε· ὅταν τις τάμνῃ ἢ καίῃ, μήτε νεῦρον τάμνειν ἢ καίειν, μήτε φλέβα· καὶ ἢν ἔμπυον καίῃ, ἐπιτυγχάνειν τοῦ πύου, καὶ τάμνοντα δὲ κατὰ τὸν αὐτὸν λόγον· καὶ τὰ κατήγματα συντιθέναι ὀρθῶς· καὶ ὅ τι ἂν τοῦ σώματος ἐκπέσῃ ἐκ τῆς φύσιος, ὀρθῶς ἐς τὴν φύσιν τοῦτο ἀπῶσαι’ λαβεῖν τε ἃ δεῖ ἰσχυρῶς, καὶ λαβόντα πιέζειν, καὶ ὅσα ἀτρέμα λαβεῖν, καὶ λαβόντα μὴ πιέζειν· καὶ ἐπιδέοντα στρεβλὰ μὴ ποιέειν ἐξ εὐθέων, μηδὲ πιέζειν ἃ μὴ δεῖ· καὶ ψαύοντα ὅκου ἂν ψαύῃ, μὴ ὀδύνην παρέχειν ἐκ περισσοῦ. Ταῦτα μὲν οὖν ἐστιν εὐχειρίη· τὸ δὲ τοῖσι δακτύλοισιν εὐσχημόνως λαμβάνειν, ἢ καλῶς ἢ μὴ καλῶς, ἢ μακροῖσιν ἢ βραχέσιν, ἢ καλῶς ἐπιδεῖν, καὶ ἐπιδέσιας παντοίας, οὐ πρὸς τῇ τέχνῃ κρίνεται εὐχειρίης πέρι, ἀλλὰ χωρίς.

11. Ὁκόσοι ἔμπυοι γίνονται τὸν πλεύμονα, ἢ τὴν ἄνω ἢ τὴν κάτω κοιλίην, ἢ φύματα ἴσχουσιν εἴτε ἐν τῇ ἄνω κοιλίῃ εἴτε ἐν τῇ κάτω, ἢ ἐν τῷ πλεύμονι, ἢ ἕλκεα ἔνδοθεν, ἢ αἷμα ἐμέουσιν ἢ πτύουσιν, ἢ ἄλγημά τι ἔχουσιν ἢ ἐν τοῖσι στήθεσιν ἢ ἐν τοῖσιν ὄπισθεν ἐν τῷ νώτῳ, ταῦτα πάντα ἴσχουσι, τῶν μὲν ἐν τῷ σώματι ἐνεόντων, ἀπὸ χολῆς καὶ φλέγματος, τῶν δὲ ἔξωθεν, ἀπὸ τοῦ ἠέρος ἐπιμιγνυμένου τῷ συμφύτῳ θερμῷ, ἀτὰρ καὶ ἀπὸ πόνων καὶ τρωμάτων.

12. Καὶ ὁκόσοι μὲν τὸν πλεύμονα ἔμπυοι γίνονται, ἀπὸ τῶνδε γίνονται· ἢν περιπλευμονίῃ ληφθεὶς μὴ καθαρθῇ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλ’ ὑπολειφθῇ ἒν τῷ πλεύμονι πτύαλόν τε καὶ φλέγμα,

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]