Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

ὅσα περ ἐν τοῖσιν ἔμπροσθεν εἴρηται· ξυμφέρει δὲ τοῖσι τοιούτοισιν, ἢν καταρχὰς λάβῃς ὥστε θεραπεύειν, φλέβες ἐξιέμεναι ἐκ τῶν χειρῶν, καὶ δίαιτα, ὑφ’ ἧς ἔσται ὡς ξηρότατός τε καὶ ἀναιμότατος. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ τὰ ἐν τῷ πλευρῷ φλέβια πάσχει, ὅσα ἔσω ἀκρόπλοά ἐστιν· ὁκόταν οὖν πονέσῃ, κιρσοειδέα τε γίνεται καὶ μετέωρα ἔνδον· καὶ ἢν μὲν ἀμεληθῇ, τάδε πάσχει· ἐκρήγνυται, καὶ πτύουσί τε ἀπὸ σφέων αἷμα, καὶ ἐνίοτε καὶ ἐμέουσι, καὶ ἔμπυοι γίνονται, καὶ ὡς τὰ πουλλὰ διεφθάρησαν· ἢν δὲ θεραπευθῶσιν ἀρχομένου τοῦ νουσήματος, αὖθις κατὰ χώρην ἱζάνουσι πρὸς τὸ πλευρὸν τὰ φλέβια, καὶ γίνεται ταπεινά. Καὶ ὁ μὲν πλεύμων ἀπὸ τούτων ἔμπυος γίνεται, καὶ ἀπ’ αὐτοῦ πάσχουσί τε τὰ τοιαῦτα καὶ τελευτῶσιν οὕτως.

15. Τὴν δὲ ἄνω κοιλίην ἔμπυοι γίνονται πολλαχῶς· καὶ γὰρ ὅταν φλέγμα ῥυῇ ἐκ τῆς κεφαλῆς ἅλες ἐς τὴν ἄνω κοιλίην, σήπεταί τε καὶ γίνεται πῦον· σήπεται δ’ ἐπὶ τῶν φρενῶν κεχυμένον· σήπεται δὲ ἐν ἡμέρῃσι μάλιστα δυοῖν καὶ εἴκοσι· τοῦτο οὖν διασείεται, καὶ ἐγκλυδάζεται τὸ πῦον πρὸς τὰ πλευρὰ προσπῖπτον· οὗτος ἢν καυθῇ ἢ τμηθῇ, πρὶν χρονίσαι τὸ πῦον, ὑγιὴς γίνεται ὡς τὰ πολλά. Γίνονται δὲ τὴν ἄνω κοιλίην ἔμπυοι καὶ ἐκ πλευρίτιδος, ὁκόταν ἰσχυρὴ γένηται, καὶ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσι μήτε σαπῇ μήτε πτυσθῇ, ἀλλ’ ἑλκωθῇ τὸ πλευρὸν ὑπὸ τοῦ προσπεπτωκότος φλέγματός τε καὶ χολῆς·

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]