Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

αὐτῷ ἐστιν ἰκμάδος, ἢ ἀπὸ ποτοῦ, ἢ ἀπὸ ῥοφήματος, ἢ ἀπὸ τῶν πλησίον χωρίων, τοῦτο πᾶν ἐκκαίει ὑπὸ τῆς ὑπερξηρασίης τε καὶ θερμασίης. Τούτῳ ξυμφέρει πόματα πίνειν, ὑφ’ ὧν ὑγραίνεται ὁ πλεύμων καὶ πτύσεται· ἢν γὰρ μὴ πτυσθῇ, σκληρότερός τε γίνεται ὁ πλεύμων, καὶ συναυαίνεται, καὶ τὸν ἄνθρωπον ἀπόλλυσι.

29. Καῦσος δὲ λαμβάνει μὲν μᾶλλον τοὺς χολώδεας, λαμβάνει δὲ καὶ τοὺς φλεγματίας, λαμβάνει δὲ ὧδε· ὁκόταν χολὴ κινηθῇ ἀνὰ τὸ σῶμα, καὶ ξυγκυρήσῃ ὥστε τὰς φλέβας καὶ τὸ αἷμα εἰρύσαι τῆς χολῆς, εἰρύσαι δὲ τὸ πλεῖστον ἐκ τῶν σαρκῶν καὶ τῆς κοιλίης τὸ πρόσθεν ἐνεὸν, ἅτε τῇ φύσει θερμότατον ἐὸν ἐν τῷ σώματι, τὸ αἷμα, ὁκόταν διαθερμανθῇ ἐκ τῶν σαρκῶν καὶ τῆς κοιλίης πρὸς τῷ ἐνεόντι μᾶλλον ἔτι ὑπὸ τῆς χολῆς, διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα πᾶν· καὶ τὰ μὲν ἔνδον ὑπὸ πολλῆς ἰκμάδος οὐ δύναται ἀποξηραίνεσθαι παντάπασιν· ἢν δὲ ἀποξηρανθῇ, ἀποθνήσκει ὥνθρωπος· τὰ δὲ ἐν τοῖσιν ἀκρωτηρίοισι τοῦ σώματος, ἅτε ξηρὰ ἐόντα φύσει, ἀποξηραίνεταί τε καὶ ἐκκαίεται ἐξ αὐτῶν τὸ ὑγρὸν τὸ πλεῖστον, καὶ εἰ θέλοις ψαύειν, ψυχρά τε εὑρήσεις αὐτὰ καὶ ξηρά· καὶ διὰ τοῦτο ὁκόσοι ὑπὸ καύσου ἁλίσκονται, τὰ μὲν ἔνδον καίονται ὑπὸ τοῦ πυρὸς, τὰ δὲ ἔξω ψυχροί εἰσιν, ἥ τε γλῶσσα καὶ ἡ φάρυγξ τρηχύνεταί τε καὶ αὐαίνεται ὑπὸ τοῦ πνεύματος τοῦ ἔνδον καὶ τῆς θερμότητος. Ὅσον δ’ ἂν ἐν τῇ κοιλίῃ καὶ ἐν τῇ κύστει ἐγγένηται χολῆς, τὸ μὲν ἐν τῇ κοιλίῃ ἐνίοτε μὲν διαταράσσεται κάτω, τὰ δὲ πολλὰ ἐμέεται ἐν τῇσι πρώτῃσιν ἡμέρῃσιν, ἢ τέσσαρσιν, ἢ πέντε· ἐμέεται δὲ διὰ τόδε· ὁκόταν ἡ ἄνω κοιλίη ὑπερθερμανθῇ, ἕλκει ἐφ’ ἑωυτὴν, καὶ γίνεται ἔμετος· διὰ τοῦτο

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]