Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

πόδες τε καὶ χεῖρες, ἔπειτα δὲ τὰ ἐπιξηρότερα· ὅκοταν δὲ ἐκκαυθῇ καὶ ἀποξηρανθῇ παντάπασι τὸ ὑγρὸν ἐκ τοῦ σώματος, τὸ μὲν αἷμα πήγνυταί τε παντελῶς καὶ ψύχεται, τὸ δὲ ἄλλο σῶμα ἀποξηραίνεται, καὶ οὕτως ἀποθνήσκει.

34. Ὑπὸ δὲ τῆς φρενίτιδος ἀπόλλυνται ὧδε· παραφρονέουσιν ἐν τῇ νούσῳ διὰ παντὸς, ἅτε τοῦ αἵματος ἐφθαρμένου τε καὶ κεκινημένου οὐ τὴν ἐωθυῖαν κίνησιν· καὶ ἅτε παραφρονέοντες, οὐκέτι τῶν προσφερομένων δέχονται, ὅ τι ἄξιον λόγου· ὅταν δὲ προΐῃ ὁ χρόνος, μαραίνονταί τε καὶ μινύθουσιν ὑπό τε τοῦ πυρετοῦ καὶ ὑπὸ τοῦ μηδὲν τρέφεσθαι· καὶ πρῶτα μὲν τὰ ἐν τοῖσιν ἀκρωτηρίοισι μινύθει τε καὶ ψύχεται, ἔπειτα δὲ τὰ ἐπ’ ἐγγυτάτω. Καὶ ψύχεός γε καὶ πυρὸς καὶ πόνων ἀρχὴν ταύτην ἴσχει· ὅταν τὸ αἷμα ἐν τῇσι φλεψὶν ὑπὸ τοῦ φλέγματος ψυχθῇ, μεταπίπτει τε καὶ ξυσπᾶται ἅλες ἄλλοτε ἄλλῃ, καὶ τρέμει, τέλος δὲ ψύχεται πάντα, καὶ ἀποθνήσκει.

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]