De Morbis I (Diseases I)
Littré 1849
ἔχοντος καὶ σπασμοῦ, πῦρ ἐπιγενέσθαι. ἀγαθόν. Τὰ γὰρ τοιαῦτα δι’ οὐδεμίην οὔτε ἀμαθίην οὔτε σοφίην ἰητρῶν γίνεταί τε καὶ οὐ γίνεται, ἀλλ’ ἀπὸ τοῦ αὐτομάτου καὶ ἐπιτυχίης, καὶ γενόμενά τε ὠφελέει ἢ βλάπτει, καὶ οὐ γενόμενα ὠφελέει ἢ βλάπτει κατὰ τὸν αὐτὸν λόγον.
8. Ἐπιτυχίῃ δὲ τὰ τοιάδε οἱ ἰητροὶ ποιέουσιν ἐν τῇ θεραπείῃ ἀγαθά· ἄνω φάρμακον δόντες, καθαίρουσι καὶ ἄνω καὶ κάτω καλῶς· καὶ γυναικὶ φάρμακον δόντες κάτω χολῆς ἢ φλέγματος, ἐπιμήνια οὐ γίνομενα κατέῤῥηξαν· καὶ σπλῆνα ἔμπυον ἔχοντι κάτω φάρμακον δόντες ὥστε χολὴν καὶ φλέγμα καθῆραι, πῦος κάτω ἐκάθηραν ἐκ τοῦ σπληνὸς καὶ ἀπήλλαξαν τῆς νούσου· καὶ λιθιῶντι φάρμακον δόντες, τὸν λίθον ἐς τὸν οὐρητῆρα προσέωσαν ὑπὸ βίης τοῦ φαρμάκου, ὥστε ἐξουρηθῆναι· καὶ πῦον ἔχοντι ἐν τῇ ἄνω κοιλίῃ ἐν φύματι, οὐκ εἰδότες ὅ τι ἔχει, δόντες ἄνω φάρμακον ὅ τι φλέγμα καθαίρει, ἤμεσε τὸ πῦον καὶ ἐγένετο ὑγιής· καὶ ἐκ φαρμάκου ὑπερκαθαιρόμενον ἄνω θεραπεύοντες, καταῤῥαγείσης τῆς κοιλίης ἀπὸ ταυτομάτου, ὑγιέα ἐποίησαν τοῦ ἐμέτου. Κακὰ δὲ τάδε ἀπεργάζονται ἀπὸ ἀτυχίης· φάρμακον δόντες ἄνω χολῆς ἢ φλέγματος, φλέβα ἐν τοῖσι στήθεσιν ἔῤῥηξαν ὑπὸ τοῦ ἐμέτου, οὐδὲν ἔχοντος πρόσθεν ἄλγημα ἐν τῷ στήθει φανερὸν, καὶ ἐγένετο νοῦσος· καὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἄνω φάρμακον δόντες, κάτω ῥαγεῖσα ἡ κοιλίη ἐξέτρωσε τὸ ἔμβρυον· καὶ ἔμπυον θεραπεύοντι ἡ κοιλίη ῥυεῖσα διαφθείρει· καὶ ὀφθαλμοὺς θεραπεύοντι καὶ ὑπαλείψαντι ὀδύναι ἐνέπεσον ὀξύτεραι, κἢν οὕτω τύχῃ, ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ ἀμαυροῦνται, καὶ αἰτιῶνται τὸν ἰητρὸν, ὅτι ὑπήλειψε· καὶ λεχοῖ ἐπὶ γαστρὸς ὀδύνῃ, ἢν
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]