Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

14. Γίνεται δὲ καὶ ἀπὸ τῶνδε ἔμπυος ὁ πλεύμων· ὁκόταν τι τῶν ἐν αὐτῷ φλεβίων ῥαγῇ, ῥήγνυται δὲ ὑπὸ πόνων, καὶ ὅταν ῥαγῇ, αἱμοῤῥοεῖ τὸ φλέβιον· κἢν μὲν παχύτερον ἔῃ, μᾶλλον, ἢν δὲ λεπτότερον, ἧσσον· καὶ τὸ μὲν, παραυτίκα τοῦ αἵματος πτύει· τὸ δὲ, ἢν μὴ στεγνωθῇ ἡ φλὲψ, χεῖται ἐς τὸν πλεύμονα καὶ σήπεται ἐν αὐτῷ, καὶ, ὅταν σαπῇ, πῦον πτύει· προϊόντος δὲ τοῦ χρόνου, ἄλλοτε πῦον εἰλικρινὲς, ἄλλοτε πῦον ὕφαιμον, ἄλλοτε αἷμα· καὶ ἢν μᾶλλον πληρωθῇ τὸ φλέβιον, ἀπεμεῖ τὸ πλήρωμα ἀφ’ ἑωυτοῦ ἅλες τοῦ αἵματος, τό τε πῦον πτύεται παχὺ ὑπὸ τοῦ προσγινομένου καὶ ἐνσηπομένου φλέγματος. Οὗτος ἢν καταληφθῇ ἀρχομένου τοῦ νουσήματος πρὶν ἢ τὴν φλέβα αἱμοῤῥοεῖν ἢ χαλᾷν ἰσχυρῶς, πρίν τε λεπτυνθῆναι καὶ κλινοπετέα γενέσθαι, καὶ τὴν κεφαλὴν ἄρξασθαι φθίνειν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, ἐξάντης τῆς τοιῆσδε νούσου γίνεται· ἢν δ’ ἀμεληθῇ καὶ ταῦτα καταλάβῃ, ὥστε παθέειν ἢ πάντα ἢ τὰ πλεῖστα, ἀπόλλυται· ἀπόλλυται δὲ οὗτος ἢ ὑπὸ τῶν αὐτῶν ἃ εἴρηκα ἔμπροσθεν, ἢ ὑπὸ ἐμέτου αἵματος πουλλοῦ καὶ πολλάκις ἐμευμένου. Ἢν δὲ τὸ φλέβιον παντάπασι μὲν μὴ διαῤῥαγῇ, σπάδων δ’ ἐν αὐτῷ ἐγγένηται, γίνεται δὲ μάλιστα οἷον κιρσός· ὃ καὶ παραυτίκα μὲν, ὅταν γένηται, ὀδύνην τινὰ παρέχει λεπτὴν καὶ βῆχα ξηρήν· ἢν δὲ χρονίσῃ τε καὶ ἀμεληθῇ, διαδιδοῖ αἷμα, τὸ μὲν πρῶτον ὀλίγον καὶ ὑπόμελαν, ἔπειτα δὲ ἐπὶ πλέον τε καὶ εἰλικρινέστερον, εἶτα πῦον, καὶ πάσχει

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]