Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

καὶ ὁκόταν ἕλκος γένηται, ἀναδιδοῖ ἀπὸ ἑωυτοῦ πῦος, καὶ ἐκ τῶν πλησίον χωρίων ὑπὸ θερμασίης ἄγει ἐφ’ ἑωυτὸ φλέγμα· καὶ τοῦτο ὁκόταν σαπῇ, πτύεται πῦος· ἐνίοτε δὲ καὶ ἐκ τῶν φλεβίων διαδιδοῖ ἐς τὸ ἕλκος αἷμα, καὶ γίνεται σηπόμενον πῦος· οὗτος ἢν μὲν παραχρῆμα ὑποληφθῇ, ὑγιὴς γίνεται ὡς τὰ πολλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται. Γίνονται δὲ ἔμπυοι, καὶ ἢν φλέγμα ἐκ τῆς κεφαλῆς ῥυὲν πρὸς τὸ πλευρὸν προσπαγῇ καὶ σαπῇ· τότε γὰρ τὸ πλευρὸν ὡς τὰ πολλὰ καίεται, καὶ πάσχει ὅσα περ ἐκ πλευρίτιδος, ὅταν ἔμπυος γένηται. Γίνονται δὲ καὶ ὁκόταν ὑπὸ ταλαιπωρίης, ἢ ἐκ γυμνασίης, ἢ ἄλλως πως ῥαγῇ ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ῥαγῇ δὲ ὥστε μὴ παραυτίκα πτύσαι αἷμα, ἀλλ’ ἐν τῇ σαρκὶ σπάδων γένηται, καὶ ἡ σὰρξ σπασθεῖσα εἰρύσῃ ἰκμάδα ὀλίγην, καὶ γένηται ὑποπέλιδνος, καὶ παραυτίκα μὲν μὴ αἰσθάνηται ὁ παθὼν ὑπὸ ῥώμης καὶ εὐεξίης, ἢν δὲ καὶ αἴσθηται, μηδὲν πρῆγμα ἡγήσηται· οὕτως ὅταν καταλάβῃ ὥστε αὐτὸν ὑπὸ πυρετῶν λεπτυνθῆναι ἢ ποσίων ἢ λαγνείης ἢ ἄλλου του, ἡ σὰρξ ἡ τετρωμένη ὑποξηραίνεταί τε καὶ ὑποθερμαίνεται, καὶ ἕλκει ἰκμάδα ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν· ὅταν δὲ εἰρύσῃ, οἰδίσκεταί τε καὶ φλεγμαίνει, καὶ ὀδύνην παρέχει λεπτὴν καὶ βῆχα ἀραιήν τε καὶ ξηρὴν τὸ πρῶτον, ἔπειτα ἐπὶ μᾶλλον ἕλκει τε ἐς ἑωυτὴν, καὶ ὀδύνην παρέχει ἰσχυροτέρην καὶ βῆχα πυκνοτέρην· καὶ πτύει τὸ μὲν πρῶτον ὑπόπυον, ἐνίοτε δὲ ὑποπέλιδνον καὶ ὕφαιμον· ὅσῳ δὲ ἂν ὁ χρόνος προΐῃ, ἕλκει τε μᾶλλον ἐς ἑωυτὴν καὶ σήπει· καὶ αὐτῆς τῆς σαρκὸς, ὅσον πελιδνὸν ἐγένετο τὴν ἀρχὴν, τοῦτο πᾶν ἕλκος γίνεται, καὶ ὀδύνην παρέχει ὀξείην καὶ πυρετὸν

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]