Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

καὶ βῆχα πολλήν τε καὶ πυκνὴν, καὶ τὸ πτύσμα εἰλικρινὲς πτύει πῦος· ἢν δὲ χρονίσῃ τὸ πῦος ἐν τῇ κοιλίῃ, διαθερμαίνεται αὐτοῦ τὸ σῶμα πᾶν, μάλιστα δὲ τὰ ἐγγυτάτω, θερμαινομένου δὲ τοῦ σώματος, ἐκτήκεται τὸ ὑγρὸν, καὶ τὸ μὲν ἀπὸ τῶν ἄνω ἐς τὴν ἄνω κοιλίην μάλιστα συῤῥεῖ, καὶ γίνεται πῦος, πρὸς τῷ ἐνεόντι, τὸ δὲ καὶ ἐς τὴν κάτω κοιλίην ῥεῖ, καὶ ἐνίοτε ταράσσεται ἡ κοιλίη ὑπ’ αὐτοῦ, καὶ διέφθειρε τὸν ἄνθρωπον. Τὰ γὰρ ἐσιόντα τῶν σιτίων διαχωρέει ἄπεπτα, καὶ τροφὴ ἀπ’ αὐτέων οὐ γίνεται τῷ σώματι· καὶ ἡ τοῦ πτύσματος ἄνω κάθαρσις οὐχ ὁμαλὴ γίνεται, ἅτε διατεθερμασμένης τῆς κοιλίης καὶ ἀγούσης πάντα κάτω ἐφ’ ἑωυτήν· καὶ ὑπὸ μὲν τοῦ πτύσματος πνίγεταί τε καὶ ῥέγχει οὐ καθαιρόμενος, ὑπὸ δὲ τῆς γαστρὸς ῥεούσης ἐξασθενέει, καὶ ὡς ταπουλλὰ διαφθείρεται. Μάλιστα δὲ ἐν τῇσι τοιαύτῃσι τῶν νούσων τὸ ῥεῦμα τοῦτο ἡ κεφαλὴ παρέχει, ἅτε κοίλη ἐοῦσα καὶ ἄνω ὑπερκειμένη· ὁκόταν γὰρ διαθερμανθῇ ὑπὸ τῆς κοιλίης, ἕλκει ἐς ἑωυτὴν ἐκ τοῦ σώματος τὸ λεπτότατον τοῦ φλέγματος· ὅταν δὲ ἁλισθῇ ἐν αὐτῇ, ἀποδιδοῖ πάλιν ἅλες καὶ παχὺ, καὶ, ὥσπερ εἴρηται, τὸ μὲν αὐτοῦ ἐς τὴν ἄνω κοιλίην καταῤῥεῖ, τὸ δὲ ἐς τὴν κάτω· ὁκόταν οὖν ἄρξηται ἥ τε κεφαλὴ ῥεῖν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, οὐκ ἔτι ὁμαλῶς, οὐδὲ καυθέντες, περιγίνονται· κρατέει γὰρ πρὸς μὲν τὸ πῦον τὰ ἐπιῤῥέοντα κακὰ ἢ τὰ ἀπορῤῥέοντα, αἱ δὲ σάρκες τηκόμεναι μᾶλλον ὑπὸ τῶν κακῶν, ἢ τρεφόμεναι ὑπὸ τῶν ἐσιόντων.

16. Οὗτοι ὁκόσοι τοιουτότροπα νουσήματα ἴσχουσι καὶ ἀπὸ τούτων, ἔνιοι μὲν δι’ ὀλίγου ἀπόλλυνται, ἔνιοι δὲ πουλὺν χρόνον ἕλκουσιν· διαφέρει γὰρ σῶμα σώματος, καὶ ἡλικίη ἡλικίης, καὶ πάθημα

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]