Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

παθήματος· καὶ οἱ μὲν ταλαιπωρότεροί εἰσιν ἐν τῇσι νούσοισιν, οἱ δὲ παντάπασι ταλαιπωρέειν ἀδύνατοι. Οὔκουν ἐστὶ τὸ ἀκριβὲς εἰδέναι καὶ τυχεῖν εἴπαντα τοῦ χρόνου, ἐν ᾧ ἀπόλλυνται, οὔτε εἰ πολλὸν, οὔτ’ εἰ ὀλίγον· οὐδὲ γὰρ οὗτος ὁ χρόνος ἀκριβὴς, ὃν ἔνιοι λέγουσιν, ὡς τὰ πολλὰ, οὐδὲ αὐτὸ τοῦτο ἐκποιέει· διαφέρει γὰρ καὶ ἔτος ἔτεος, καὶ ὥρη ὥρης, ἐν ᾗ ἂν νοσέωσιν· ἀλλ’ ἤν τις θέλῃ περὶ αὐτέων ὀρθῶς γινώσκειν καὶ λέγειν, γνώσεται ὧδε πᾶσαν ὥρην καὶ ἀπολλυμένους καὶ περιγινομένους καὶ πάσχοντας ἅπερ ἂν πάσχωσιν.

17. Τὴν δὲ κάτω κοιλίην ἔμπυοι γίνονται, μάλιστα μὲν, ὅταν φλέγμα ἢ χολὴ συστῇ ἅλες μεσηγὺ τῆς σαρκὸς καὶ τοῦ δέρματος· γίνονται δὲ καὶ ἀπὸ σπασμῶν, καὶ ὅταν φλέβιον σπασθὲν ῥαγῇ· τὸ αἷμα ἐκχυθὲν σήπεται καὶ ἐκπύει· ἢν δὲ ἡ σὰρξ σπασθῇ ἢ φλασθῇ, ἕλκει ἐκ τῶν παρ’ ἑωυτῇ φλεβίων αἷμα, καὶ τοῦτοσήπεται καὶ ἐκπύει. Τούτοισιν ἢν μὲν ἔξω ἀποσημήνῃ, καὶ τὸ πῦον ἐξέλθῃ, ὑγιέες γίνονται· ἢν δὲ ἐκραγῇ αὐτόματον ἔσω, ἀπόλλυνται. Κεχυμένον δὲ πῦος ἐν τῇ κάτω κοιλίῃ, ὥσπερ ἐν τῇ ἄνω εἴρηται ἐγγίνεσθαι, οὐκ ἂν δύναιτο ἐγγενέσθαι, ἀλλ’ ὥσπερ μοι εἴρηται, ἐν χιτῶσί τε καὶ ἐν φύμασιν ἐγγίνεται· καὶ ἢν μὲν ἔνδον ἀποσημήνῃ, δυσπετὲς γνῶναι· οὐδὲ γὰρ διασείσαντά ἐστιν εἰδέναι· γινώσκεται δὲ μάλιστα τῇ ὀδύνῃ ἔνθα ἂν ἕῃ, καὶ ἢν καταπλάσῃς τῇ κεραμίτιδι ἢ ἄλλῳ τῳ τοιούτῳ, ἀποξηραίνει δι’ ὀλίγου.

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]