Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

χολὴ ξυστραφῇ, σήπεται, καὶ ἕως μὲν ἂν ἔτι ὠμότερον ἕῃ, ὀδύνην τε παρέχει λεπτὴν καὶ βῆχα ξηρήν· ὁκόταν δὲ πεπαίνηται, ὀδύνη γίνεται καὶ πρόσθεν καὶ ὄπισθεν ὀξέη, καὶ θέρμαι λαμβάνουσι καὶ βὴξ ἰσχυρή· καὶ ἢν μὲν ὅτι τάχιστα πεπανθῇ, καὶ ῥαγῇ, καὶ ἄνω τράπηται τὸ πῦον, καὶ ἀναπτυσθῇ πᾶν, καὶ ἡ κοιλίη, ἐν ᾗ τὸ πῦον ἔνι, προσπέσῃ τε καὶ ἀναξηρανθῇ, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ ῥαγῇ μὲν ὅτι τάχιστα καὶ πεπανθῇ καὶ ἀνακαθαίρηται, ἀποξηρανθῆναι δὲ παντάπασι μὴ δύνηται, ἀλλ’ αὐτὸ ἀφ’ ἑωυτοῦ τὸ φῦμα ἀναδιδῷ τὸ πῦον, ὀλέθριον τοῦτο, καὶ ἀπὸ τῆς κεφαλῆς τε καὶ τοῦ ἄλλου σώματος φλέγμα καταῤῥέον ἐς τὸ φῦμα σήπεταί τε καὶ πῦον γίνεται καὶ πτύεται, δι’ οὗ ἐφθάρη. Διαφθείρεται δὲ ὑπὸ γαστρὸς ῥυείσης, ἀφ’ ὧν περ καὶ ἐπὶ τῶν πρόσθεν εἴρηται· λεσχηνευομένου δὲ αὐτοῦ καὶ φρονέοντος πάντα χρήματα ὁμαλῶς ὡς καὶ ἐν τῷ πρὶν χρόνῳ, ἀποξηραίνεταί τε καὶ ἀποψύχεται, καὶ ξυμμύει τὰ φλέβια τὰ ἐν τῷ σώματι πάντα, ἅτε τοῦ αἵματος ἐξ αὐτέων ἐκκεκαυμένου ὑπὸ πυρετοῦ, ἐνίοτε δὲ ὑπὸ χρόνου τε πλήθεος, καὶ μεγέθεος τῆς νούσου, καὶ τῶν ἐνεόντων κακῶν, καὶ τῶν προσεπιγινομένων. Ἢν δὲ μὴ δύνηται πολλοῦ χρόνου ῥαγῆναι, μήτε ἀπὸ ταυτομάτου, μήτε ὑπὸ φαρμάκων, τήκεται ὁ ἀσθενέων ὑπὸ ὀδυνέων ἰσχυρῶν, καὶ ἀσιτίης, καὶ βηχὸς, καὶ πυρετῶν, καὶ ὡς τὰ πολλὰ διαφθείρεται. Ἢν δὲ ἤδη λελεπτυσμένῳ καὶ κλινοπετέϊ ἐόντι ῥαγῇ τὸ πῦον, οὐδ’ οὕτω μάλα ἀναφέρουσιν, ἀλλὰ διαφθείρονται τρόπῳ τῷ αὐτῷ. Ἢν δὲ ῥαγῇ μὲν ὅτι τάχιστα καὶ πεπανθῇ, πεπανθὲν δὲ ἐκχυθῇ ἐπὶ τὰς φρένας τὸ πολλὸν αὐτοῦ, τὸ παραυτίκα μὲν δοκέει ῥᾴων εἶναι· προϊόντος

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]