De Morbis I (Diseases I)
Littré 1849
πῦον πτύουσιν, ἄλλοτε δὲ αἷμα, ἄλλοτε δὲ οὐδέτερον, τέλος δὲ συναποθνήσκει αὐτοῖσιν· ἀποθνήσκουσι δὲ μάλιστα οὕτως, ὅταν τι αὐτοὺς νόσημα τούτῳ, ᾧ ἂν ἔχωσι, παραπλήσιον καταλάβῃ, ὥστε ἔχειν καὶ τοῦτο, καὶ ὃ ἂν ἔχωσι νούσημα ἰσχυρότερον γίνεσθαι, καὶ ὡς τὰ πολλὰ διαφθείρονται. Ταῦτα δέ ἐστι τὰ μάλιστα ἐξεργαζόμενα τῶν νουσημάτων πλευρῖτίς τε καὶ περιπλευμονίη.
23. Πυρετὸς δὲ ἀπὸ τῶνδε γίνεται· ὁκόταν χολὴ ἢ φλέγμα θερμανθῇ, θερμαίνεται τὸ ἄλλο πᾶν σῶμα ἀπὸ τουτέων, καὶ καλέεται τοῦτο πυρετός· θερμαίνεται δὲ ἡ χολὴ καὶ τὸ φλέγμα ἔνδοθεν μὲν ἀπὸ σιτίων καὶ ποτῶν, ἀφ’ ὧν καὶ τρέφεται καὶ αὔξεται, ἔξωθεν δὲ ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ὑπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος, καὶ ὑπὸ τοῦ ψυχροῦ ὑπερψύχοντος· θερμαίνεται· δὲ καὶ ἀπὸ ὄψιος καὶ ἀκοῆς, ἐλάχιστα δὲ ἀπὸ τούτων.
24. Τὸ δὲ ῤῖγος ἐν τῇσι νούσοισι γίνεται μὲν καὶ ἀπὸ τῶν ἔξωθεν ἀνέμων, καὶ ὕδατος, καὶ αἰθρίης, καὶ ἑτέρων τοιούτων, γίνεται δὲ καὶ ἀπὸ τῶν ἐσιόντων σιτίων καὶ ποτῶν· μάλιστα δὲ ἰσχυρότερον γίνεται, ὅταν χολὴ καὶ φλέγμα συμμιχθῇ ἐς τωυτὸ τῷ αἵματι, ἢ τὸ ἕτερον, ἢ ἀμφότερον· μᾶλλον δὲ, ἢν τὸ φλέγμα μοῦνον ξυμμιχθῇ· ψυχρότατον γὰρ φύσει τὸ φλέγμα, θερμότατον δὲ τὸ αἷμα, ψυχρότερον δέ τι καὶ ἡ χολὴ τοῦ αἵματος. Ὅταν οὖν ταῦτα συμμιχθῇ, ἢ ἀμφότερα, ἢ τὸ ἕτερον ἐς τὸ αἷμα, συμπήγνυσι τὸ αἷμα, οὐ παντάπασι δὲ, οὐ γὰρ ἂν δύναιτο ζῇν ὥνθρωπος, εἰ τὸ αἷμα πυκνότερόν τε καὶ ψυχρότερον γένοιτο πολλαπλασίως αὐτὸ ἑωυτοῦ. Ψυχομένου
Work
Title: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1849
Series: Oeuvres complètes d'Hippocrate
Volume: 6
Pages: 140-204
Publisher: Baillière, Paris
Download
Hipp-Gr_040.xml [98 Kb]