Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

πλεύμονι, σήπεται καὶ ἐμπυοῦται· καὶ ἢν μὲν ἐν τῇσι κυρίῃσι τῶν ἡμερέων σαπέντα πτυσθῇ, περιγίνεται· ἢν δὲ τά τε ἐπελθόντα τὴν ἀρχὴν δέχηται, καὶ προσεπιγίνηται ἕτερα, καὶ μήτε πτύων, μήτε σήπων κρατέῃ ὑπὸ πλήθεος τῶν ἐπιγινομένων, ἀπογίνονται ὡς τὰ πολλά· ἢν δὲ πρὸς τὰς ἡμέρας διαγένωνται τὰς δύο καὶ εἴκοσι, καὶ τὸ πῦρ μεθῇ, καὶ ἐν ταύτῃσι μὴ ἐκπτυσθῇ, ἔμπυοι γίνονται, γίνονται δὲ μάλιστα ἐκ τούτων, οἷσιν ἰσχυρόταται ἥ τε πλευρῖτις καὶ ἡ περιπλευμονίη.

28. Γίνεται δὲ καὶ ἄπτυστος περιπλευμονίη καὶ πλευρῖτις, ἄμφω ὑπὸ τοῦ αὐτοῦ, ὑπὸ ξηρασίης· ξηραίνει δὲ καὶ τὰ θερμὰ, ὅταν ὑπερθερμαίνῃ, καὶ τὰ ψυχρὰ, ὅταν ὑπερψύχῃ· πήγνυται δὲ τὸ πλευρὸν καὶ τὰ ἐν αὐτῷ τῷ πλευρῷ φλέβια, καὶ ξυσπᾶται, καὶ ὁκόσον ἐν αὐτῷ ἔνι φλέγματος καὶ χολῆς, τοῦτο ὑπὸ τῆς ξηρασίης ἐνέσκληκέ τε καὶ ὀδύνην παρέχει καὶ ὑπὸ τῆς ὀδύνης πυρετόν· τούτου ξυμφέρει τὴν φλέβα ἀποσχάσαι τὴν ἐν τῇ χειρὶ, τὴν σπληνῖτιν καλεομένην, ἢ τὴν ἡπατῖτιν, καθ’ ὁπότερον ἂν ἔῃ τὸ νούσημα· καὶ οὕτως ἡ ὀδύνη μαλακωτέρη γίνεται τοῦ πλευροῦ τε καὶ τῶν ἄλλων· ἡ γὰρ φλὲψ, ὅσον ἔνι ἐν αὐτῇ χολῆς καὶ φλέγματος, αὐτοῦ τοῦ αἵματος νενοσηκότος, μετὰ τούτου μεθίει τὸ πουλὺ ἔξω· τὸ δὲ ἐκ τῆς σαρκὸς ὑπό τε φαρμάκων καὶ ποτῶν διαχέεται καὶ ὑπὸ χλιασμάτων προστιθεμένων ἔξωθεν, ὥστε τὴν νοῦσον σκίδνασθαι ἀνὰ πᾶν τὸ σῶμα· καλέεται δὲ αὕτη πλευρῖτις ἄπτυστος. Ἡ δὲ περιπλευμονίη, ὁκόταν ὁ πλεύμων ὑπερξηρανθῇ καὶ αὐτός· καὶ ὅσον ἐν αὐτῷ ἔνι χολῆς ἢ φλέγματος, οὔτε σήπει ὁμαλῶς, οὔτε τὸ σίελον ἀναδιδοῖ· ὅσον τε ἐν

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]