Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

ἐνάτῃ, ἡ δὲ μακροτάτη τεσσαρεσκαιδεκάτῃ· καὶ ἢν μὲν μεταστῇ ἐς περιπλευμονίην, ὀλίγοι διαφεύγουσιν· ἢν δὲ μὴ μεταστῇ, διαφεύγουσι πολλοί· αὗται μὲν οὖν ὀξεῖαι καλέονται, καὶ δεῖ ταύτας οὕτω θεραπεύειν.

12. Ὁκόσοι δὲ ἄλλοι τοῦ χειμῶνος πυρετοὶ γίνονται, εἴτε ἐξ οἴνου, εἴτε ἐκ κόπου, εἴτε ἐξ ἄλλου τινὸς, φυλάσσεσθαι χρή· μεθίστανται γὰρ ἐνίοτε ἐς τὰς ὀξείας νούσους. Ἡ δὲ μετάστασις αὐτῶν τοιαύτη γίνεται· ὅταν, τῶν δύο κεκινημένων τοῦ φλέγματός τε καὶ τῆς χολῆς, μὴ τὰ ξυμφέροντα προσφέρηται τῷ σώματι, συστρεφόμενα αὐτὰ πρὸς, ἑωυτὰ τό τε φλέγμα καὶ ἡ χολὴ προσπίπτει τοῦ σώματος ᾗ ἂν τύχῃ, καὶ γίνεται ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ περιπλευμονίη· φυλάσσεσθαι οὖν χρὴ τοὺς πυρετοὺς τοὺς ἐν τῷ χειμῶνι· ἡ δὲ φυλακὴ ἔστω ἡσυχίη καὶ ἰσχνασίη καὶ τῆς κοιλίης κένωσις· ῥοφήμασι δὲ καὶ πόμασι διάγειν, ἕως ἂν ὁ πυρετὸς μειωθῇ.

13. Τῶν νούσων σχεδόν τι μάλιστα αἱ ὀξεῖαι καὶ ἀποκτείνουσι καὶ ἐπιπονώταταί εἰσι, καὶ δεῖ πρὸς αὐτὰς φυλακῆς τε πλείστης καὶ θεραπείης ἀκριβεστάτης, καὶ ἀπὸ τοῦ θεραπεύοντος κακὸν μὲν μηδὲν προσγίνεσθαι, ἀλλ’ ἀρκέειν τὰ ἀπ’ αὐτῶν τῶν νουσημάτων ὑπάρχοντα, ἀγαθὸν δὲ ὅ τι ἂν οἷός τε ᾖ· καὶ ἢν μὲν, ὀρθῶς θεραπεύοντος τοῦ ἰητροῦ, ὑπὸ μεγέθεος τῆς νούσου κρατέηται ὁ κάμνων, οὐχὶ τοῦ ἰητροῦ αὕτη ἡ ἁμαρτίη ἐστίν· ἢν δὲ, μὴ θεραπεύοντος ὀρθῶς ἢ μὴ γινώσκοντος, ὑπὸ τῆς νούσου κρατέηται, τοῦ ἰητροῦ.

14. Τοῦ δὲ θέρεος τάδε γίνεται· πυρετὸς ἴσχει ἰσχυρὸς καὶ δίψα, καὶ ἐμέουσιν ἔνιοι χολήν· ἐνίοισι δὲ καὶ κάτω διαχωρέει· τούτοισι δὲ πίνειν διδόναι καὶ ῥοφεῖν, ὅ τι ἄν σοι δοκέῃ ἐπιτήδειον εἶναι· ἢν

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]