Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

μεστωθεῖσα ὕδατος. Ὅταν δὲ ἀπὸ σπληνὸς, ἢ ἥπατος, ἢ λευκοῦ φλέγματος, ἢ δυσεντερίης ἐς ὕδρωπα μεταστῇ, θεραπεύειν μὲν τοῖσιν αὐτοῖσι ξυμφέρει· διαφεύγουσι δὲ οὐ μάλα· τῶν γὰρ νουσημάτων ὅ τι ἂν ἕτερον ἐφ’ ἑτέρῳ γένηται, ὡς τὰ πολλὰ ἀποκτείνει· ὅταν γὰρ ἀσθενεῖ τῷ σώματι ὄντι ὑπὸ τῆς παρούσης νούσου ἑτέρην νοῦσος ἐπιγένηται, προαπόλλυται ὑπὸ ἀσθενείης, πρὶν ἢ τὴν ἑτέρην νοῦσον τὴν ὑστέρην γενομένην τελευτῆσαι. Τὸ δὲ ὕδωρ γίνεται οὕτως· ἐπειδὰν αἱ σάρκες ὑπὸ φλέγματος καὶ χρόνου καὶ νούσου καὶ ἀκαθαρσίης καὶ κακοθεραπείης καὶ πυρετῶν διαφθαρῶσι, τήκονται καὶ γίνονται ὕδωρ· καὶ ἡ μὲν κοιλίη οὐ διαδιδοῖ τὸ ὕδωρ ἐς ἑωυτὴν, κύκλῳ δὲ περὶ αὐτὴν γίνεται. Ἢν μὲν οὖν ὑπὸ τῶν φαρμάκων καὶ τῆς ἄλλης διαίτης ὠφελέηται, καὶ ἡ γαστὴρ λαπάσσεται αὐτοῦ· ἢν δὲ μὴ, ταμὼν ἀφεῖναι τοῦ ὕδατος· τάμνεται δὲ ἢ παρὰ τὸν ὀμφαλὸν, ἢ ὄπισθεν κατὰ τὴν λαγόνα· διαφεύγουσι δὲ καὶ ἐντεῦθεν ὀλίγοι.

23. Δυσεντερίη ὅταν ἔχῃ, ὀδύνη ἔχει κατὰ πᾶσαν τὴν κοιλίην, καὶ στρόφος, καὶ διαχωρέει χολήν τε καὶ φλέγμα, καὶ αἷμα ξυγκεκαυμένον. Τούτου καθήρας τὴν κεφαλὴν, φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ διανίψας, τὸ ἄλλο σῶμα θεραπεύειν· καὶ ἢν μὲν ἄπυρος ᾖ, τὴν μὲν κοιλίην λιπαροῖσι καὶ πίοσι καὶ γλυκέσι καὶ ὑγροῖσιν ὑπάγειν αἰεὶ τὰ ἐνεόντα, καὶ λούειν πολλῷ καὶ θερμῷ τὰ κάτω τοῦ ὀμφαλοῦ, ἢν ὀδύνη ἔχῃ· τὰ δὲ πόματα καὶ τὰ ῥοφήματα καὶ τὰ σιτία προσφέρειν κατὰ τὰ γεγραμμένα ἐν τῇ φαρμακίτιδι. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα καταστηρίξῃ ἐς τὰς φλέβας καὶ τὴν κοιλίην· νοσέει μὲν τὸ αἷμα καὶ διαχωρέει ἐφθαρμένον, νοσέει δὲ καὶ τὸ ἔντερον καὶ ξύεται καὶ ἑλκοῦται. Γίνεται δὲ αὕτη ἡ νοῦσος καὶ μακρὴ καὶ πολύπονος καὶ θανατώδης· καὶ ἢν μὲν ἔτι τοῦ σώματος ἰσχύοντος θεραπεύηται, ἐλπὶς

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]