Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

ἢ ἐρευγμὸν παρέχει ἢ στρόφον, ἢ διαχωρέει, ἢ μὴ διαχωρέει, καὶ φανερά ἐστιν ὅτι ταῦτα ἐργάζεται, καὶ ἀπὸ τούτων χρὴ τὰ ἄλλα σκοπεῖν· ἔχει γὰρ τὰ ἕκαστα τῶν ἐδεσμάτων, διότι καὶ ὠφελέει καὶ βλάπτει· ἀλλὰ τὰ μὲν φανερώτερά ἐστιν ἐργαζόμενα ἃ ἐργάζεται, τὰ δὲ ἀμυδρότερα. Τὰ σιτία καὶ τὰ ὄψα σκευάζειν καὶ διδόναι τοῖσιν ἀσθενέουσιν, ὑφ’ ὧν μήτε φῦσα ἔσται, μήτε ὀξυρεγμίη, μήτε στρόφος, μήτε λίην διαχωρέει, μήτε λίην ξηραίνεται· ταῦτα δὲ γίνεται ὧδε· ὅσα μὲν ἡ κοιλίη κρατέει, καὶ τὸ σῶμα αὐτὰ ἀναδέχεται, ταῦτα μὲν οὔτε φῦσαν παρέχεται οὔτε στρόφον· ἢν δὲ μὴ ἡ κοιλίη κρατέῃ, ἀπὸ τούτων καὶ φῦσα καὶ στρόφος καὶ τἄλλα τὰ τοιαῦτα γίνεται. Κουφότατα τῶν σιτίων καὶ τῶν ὄψων καὶ τῶν ποτῶν, ὅσα μέτρια ἐσίοντα ἐς τὸ σῶμα ἢ ὀλίγῳ πλέω τῶν μετρίων, μήτε πλήρωσιν παρέχει, μήτε στρόφον, μήτε φῦσαν, μήτε ἄλλο τῶν τοιούτων μηδὲν, καὶ πέσσεταί τε τάχιστα, καὶ πεσσόμενα διαχωρέει, καὶ ἀνὰ πᾶσάν τε ἡμέρην ἐσιόντα ἐς τὴν κοιλίην ἀλυπότατά ἐστι, καὶ ὅταν διὰ παλαιοῦ ἐσέλθῃ. Βαρέα δὲ, ὅσα μέτρια τελεύμενα ἢ ἐλάσσω τῶν μετρίων, πλήρωσιν καὶ πόνον παρέχει· καθ’ ἡμέρην δὲ μηδὲ οἷόν τε ἐσθίειν αὐτὰ μηδὲ πίνειν, ἀλλὰ πόνον παρέχει· διὰ χρόνου δὲ ἄν τις αὐτὰ ἢ πίνῃ ἢ ἐσθίῃ, καὶ οὕτω πόνον παρέχει, καὶ οὐ διαχωρέει ἀνὰ λόγον. Ἐς ὑγιείην ἄριστα, ὅσα ὀλίγιστα ἐσιόντα αὐτάρκεά ἐστι καὶ λιμοῦ καὶ δίψης ἄκος εἶναι, καὶ πλεῖστον χρόνον τὸ σῶμα αὐτὰ δέχεται,

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]