Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

μὲν τὸ ξύμπαν εἰρῆσθαι, ἰχθύες κοῦφον ἔδεσμα καὶ ἑφθοὶ καὶ ὀπτοὶ, καὶ αὐτοὶ ἐφ’ ἑωυτῶν καὶ μεθ’ ἑτέρων σιτίων· αὐτοὶ δὲ ἑωυτῶν διαφέρουσιν ὧδε· καὶ οἱ μὲν λιμναῖοι καὶ πίονες καὶ ποτάμιοι βαρύτεροι, οἱ δὲ ἀκταῖοι κουφότεροι, καὶ ἑφθοὶ ὀπτῶν κουφότεροι. Τουτέων τὰ μὲν ἰσχυρὰ διδόναι, ὅταν ἀνακομίσαι τινὰ βούλῃ, τὰ δὲ κοῦφα, ὅταν ἰσχνὸν δέῃ καὶ λεπτὸν ποιῆσαι.

53. Τὸ λουτρὸν τὸ θερμὸν, τὸ μὲν μέτριον μαλάσσει τὸ σῶμα καὶ αὔξει· τὸ δὲ πλεῖον τοῦ καιροῦ τὰ μὲν ξηρὰ τοῦ σώματος διυγραίνει, τὰ δὲ ὑγρὰ ἀποξηραίνει, καὶ τὰ μὲν ξηρὰ ὑγραινόμενα ἀσθενείην καὶ λειποθυμίην παρέχει, τὰ δὲ ὑγρὰ ξηραινόμενα ξηρασίην καὶ δίψος.

54. Λαχάνων δὲ τὰ σκόροδα καὶ ἑφθὰ καὶ ὀπτὰ καὶ διουρητικὰ καὶ ὑποχωρητικὰ καὶ πρὸς τὰ γυναικεῖα ξύμφορα. Κρόμμυα ἐς τὰ οὖρα ἐπιτήδεια· ὁ γὰρ ὀπὸς δριμύτητά τινα παρέχει ὥστε διαχωρέειν· τούτοισιν ὧδε χρῆσθαι, ἀλλὰ τοῖσιν ἀσθενέουσι μὴ προσφέρειν. Σέλινα καὶ ἑφθὰ καὶ ὠμὰ διουρητικὰ, καὶ τῶν σελίνων τὰ ἕλεια τῶν ἡμέρων πλέονα ἔχει δύναμιν. Κορίανον εὐκάρδιον καὶ διαχωρητικὸν, καὶ ἑφθὸν καὶ ὠμόν. Ὤκιμον καὶ ὑγρὸν καὶ ψυχρὸν καὶ εὐκάρδιον. Πράσα τὰ μὲν ἑφθὰ διουρητικὰ καὶ διαχωρητικὰ, τὰ δὲ ὠμὰ καυματώδεα καὶ φλεγματώδεα. Ῥοιὴ κομιστικὸν καὶ φλεγματῶδες, καὶ ξὺν μὲν τῷ πυρῆνι στάσιμον, ἄνευ δὲ τοῦ πυρῆνος διαχωρητικόν.

55. Τὰ θερμὰ τῶν σιτίων ξηρὰ μὲν ἵστησι, τὸ γὰρ ὑγρὸν τὸ ἐν τῇ κοιλίῃ ἀναξηραίνει, ὑγρὰ δὲ ὄντα, διυγραίνοντα τῇ θερμότητι ὑπάγει· τὰ στρυφνὰ ξηραίνει καὶ ξυνάγει τὸ σῶμα, εἰσὶ δὲ καὶ στάσιμα·

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]