Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

μὲν διαταράσσεται ἡ κοιλίη, ἐνίοτε δὲ ἵσταται, ἐνίοτε δὲ κατὰ λόγον διαχωρέει· διότι δὲ ταῦτα οὕτως ἔχει; πρῶτον μὲν ἡ κοιλίη, ὅταν ὑγροτέρη ἐοῦσα καὶ ὅταν ξηροτέρη ὑποδέχηται τὸ σιτίον, [οὐ] διαφθείρει· ἔπειτα ὅταν μεταβολὴ γένηται εἴτε ἐκ ψύχεος ἐς θάλπος, εἴτε ἐκ θάλπεος ἐς ψῦχος, διαφθείρει· ὥστε ἀνάγκη τὴν κοιλίην ἀπὸ τῶν σιτίων τῶν αὐτῶν καὶ ποτῶν δι’ αὐτὰ ταῦτα καὶ μαλακωτέρην γίνεσθαι καὶ σκληροτέρην. Τῶν σιτίων καὶ τῶν ποτῶν καὶ τῶν ὄψων, πλὴν ἄρτου καὶ μάζης καὶ κρεῶν καὶ ἰχθύων καὶ οἴνου καὶ ὕδατος, τἄλλα πάντα λεπτὰς μὲν καὶ ἀσθενέας τὰς ὠφελείας παρέχει ἐς τὴν αὔξησιν καὶ ἐς τὴν ἰσχὺν καὶ ἐς τὴν ὑγιείην· λεπτὰ καὶ ἀσθενέα καὶ τὰ κακὰ ἀπ’ αὐτέων γίνεται. Ὁκόσους τῶν νοσεόντων μὴ ξυνεχέως οἱ πυρετοὶ ἔχουσιν, ἀλλὰ διαλείποντες λαμβάνουσι, τουτέοισι τὰ σιτία διδόναι μετὰ τὴν λῆψιν, τεκμαιρόμενος ὅπως μὴ ἔτι νεοβρῶτι ὁ πυρετὸς ἐπιπεσεῖται, ἀλλ’ ἤδη πεπεμμένων τῶν σιτίων. Οἶνος καὶ μέλι κάλλιστα κέκρηται ἀνθρώποισιν, ἢν πρὸς τὴν φύσιν καὶ ὑγιαίνουσι καὶ ἀσθενέουσι σὺν καιρῷ καὶ μετριότητι προσφέροιντο· καὶ ἀγαθὰ μὲν αὐτὰ ἐφ’ ἑωυτῶν, ἀγαθὰ δὲ καὶ συμμισγόμενα, τά τε ἄλλα ὅσα γε καὶ ἀξίην λόγου ὠφελείην ἔχει. Ὅσα ὑγιαίνουσι ξύμφορα, ταῦτα καὶ νοσέουσι προσφερόμενα ἰσχυρότερά ἐστι, καὶ δεῖ αὐτέων ἀφαιρέοντα τὴν ἀκμὴν διδόναι· ἢ οὐ φέρει αὐτὰ τὸ σῶμα, ἀλλὰ μᾶλλον βλάπτει ἢ ὠφελέει.

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]