Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

καὶ ὁ τεταρταῖος ἑτέρωθί μοι γέγραπται. Δύναμιν δὲ ἔχει τούτων τῶν πυρετῶν τὰ φάρμακα πινόμενα, ὥστε τὸ σῶμα κατὰ χώρην εἶναι ἐν τῇ ἐωθυίῃ θερμότητί τε καὶ ψυχρότητι, καὶ μήτε θερμαίνεσθαι παρὰ φύσιν μήτε ψύχεσθαι· διδόναι δὲ, ὡς ἐν τῇ φαρμακίτιδι γέγραπται.

19. Φλέγμα λευκὸν ὅταν ἔχῃ, τὸ σῶμα οἰδέει πᾶν λευκῷ οἰδήματι, καὶ τῆς αὐτῆς ἡμέρης τοτὲ μὲν δοκέει ῥᾴων εἶναι, τοτὲ δὲ φλαυρότερος, καὶ τὸ οἴδημα ἄλλοτε ἄλλῃ τοῦ σώματος μέζον τε καὶ ἔλασσον γίνεται· τούτῳ φάρμακα διδόναι κάτω, ὑφ’ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται· διαιτᾷν δὲ σιτίοισι καὶ ποτοῖσι καὶ πόνοισιν, ὑφ’ ὧν ὡς ξηρότατος ἔσται καὶ ἰσχνότατος. Ἡ δὲ νοῦσος αὕτη γίνεται ἀπὸ φλέγματος, ὅταν τις ἐκ πυρετῶν πολυχρονίων φλεγματώδης ὢν ἀκάθαρτος γένηται, τρέπηταί τε τὸ φλέγμα αὐτοῦ ἀνὰ τὰς σάρκας· καὶ λευκότερον μὲν οὐδὲν τοῦτο τοῦ ἄλλου φλέγματος, ὁ δὲ χρὼς φαίνεται λευκότερος· τὸ γὰρ αἷμα ὑπὸ πλήθους τοῦ φλέγματος ὑδαρέστερον γίνεται, καὶ οὐκ ἔνι ὁμοίως ἐν αὐτῷ τὸ εὔχροον, καὶ διὰ τοῦτο λευκότεροί τε φαίνονται, καὶ καλέεται ἡ νοῦσος φλέγμα λευκόν. Ἢν μὲν οὖν θεραπευθῇ ἀρχομένης τῆς νούσου, ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἐς ὕδρωπα μεθίσταται ἡ νοῦσος, καὶ διέφθειρε τὸν ἄνθρωπον.

20. Ὁκόσοι δὲ σπλῆνα ἔχουσι μέγαν, ὅσοι μέν εἰσι χολώδεες, κακόχροοί τε γίνονται καὶ κακελκέες καὶ δυσώδεες ἐκ τοῦ στόματος καὶ λεπτοί· καὶ ὁ σπλὴν σκληρὸς, καὶ αἰεὶ παραπλήσιος τὸ μέγεθος· καὶ τὰ σιτία οὐ διαχωρέει· ὁκόσοι δὲ φλεγματίαι, ταῦτά τε ἧσσον

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]