Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Ulceribus (Ulcers)

Littré 1849

ΠΕΡΙ ΕΛΚΩΝ.

1. Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος· τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, καὶ τὸ ὑγρὸν τοῦ μὴ ὑγιέος· τὸ γὰρ ἕλκος ὑγρόν ἐστι, τὸ δὲ ὑγιὲς ξηρόν. Ἀνεπίδετον δὲ ἐᾷν ἄμεινόν ἐστιν, ὅ τι γε μὴ καταπλάσσεται· οὐδὲ καταπλάσσειν ἐνδεχόμενόν ἐστιν ἔνια τῶν ἑλκέων, μᾶλλον δὲ τὰ νεότρωτα τῶν παλαιοτέρων, καὶ τὰ ἐν τοῖσιν ἄρθροισιν. Ὀλιγοσιτέειν τε ὡς μάλιστα καὶ ὕδωρ ξυμφέρει πᾶσι τοῖσιν ἕλκεσι, μᾶλλον δὲ τοῖσι νεοτρώτοισι τῶν παλαιοτέρων, καὶ ὅ τι ἄλλο φλεγμαίνει ἕλκος ἢ μέλλει, καὶ ὅ τι σφακελίσαι κίνδυνος, καὶ τοῖσιν ἕλκεσι καὶ φλέγμασι τοῖσιν ἐν τοῖσιν ἄρθροισι, καὶ ὅκου σπασμοὺς κίνδυνος ἐπιγενέσθαι, καὶ τοῖσιν ἐν κοιλίῃ τρώμασι, παντῶν δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ καὶ μηρῷ κατεαγεῖσι, καὶ ἄλλῳ ᾧ κάτηξις ἂν γένηται. Ἑστάται δ’ ἕλκεσι ἥκιστα ξυμφέρει, καὶ ἄλλως ἢν ἐν τῷ σκέλεϊ ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι οὐδὲ πορεύεσθαι· ἀλλ’ ἡσυχίη καὶ ἀτρεμίη ξυμφέρει μάλιστα. Τὰ δὲ νεότρωτα ἕλκεα πάντα ἥκιστα ἂν φλεγμήναιεν αὐτά τε καὶ τὰ περιέχοντα, εἴ τις διαπυΐσκοι ὡς τάχιστα, καὶ τὸ πῦον μὴ ἀπολαμβανόμενον ἀπὸ τοῦ ἕλκεος τοῦ στόματος ἴσχοιτο, ἢ εἴ τις ἀποτρέποι ὅκως μηδὲ μελλήσει διαπυῆσαι πλὴν τοῦ ἀναγκαίου πύου ὀλιγίστου, ἀλλὰ ξηρὸν εἶναι ὡς μάλιστα φαρμάκῳ μὴ περισκελέϊ. Πυρῶδες γὰρ γίνεται, ἐπὴν φρίκη ἐγγένηται καὶ σφυγμός·

Work

Title: Hippocrates: De Ulceribus
English: Ulcers
Original: Περὶ ἑλκῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 400-432

Publisher: Baillière, Paris

Download

Hipp-Gr_044.xml [45 Kb]