Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Fistulis (Fistulas)

Littré 1849

ἢ πίτυος ἢ τερμίνθου τρίψας, συμμίξας τῇ χαλκίτιδι ἴσον, καταπλάσσειν, τὰ ἔξωθεν δὲ κηρωτῇ παχείῃ περιαλείφειν. Ὁκόταν ἀρχὸς ἐκπίπτῃ καὶ μὴ θέλῃ κατὰ χώρην μένειν, σίλφιον ὅτι ἄριστον καὶ πυκνότατον ξύσας λεπτὸν καταπλάσσειν. Καὶ τοῦ πταρμικοῦ φαρμάκου πρὸς τὴν ῥῖνα προστιθέναι καὶ παροξύνειν τὸν ἄνθρωπον. Ἢ ὕδατι θερμῷ περιπλύνας σίδια, καὶ στυπτηρίην τρίψας ἐν οἴνῳ λευκῷ, καταχέαι τοῦ ἀρχοῦ, ἔπειτα ῥάκεα ἐμβαλεῖν, καὶ τοὺς μηροὺς ξυνδῆσαι ἡμέρας τρεῖς, καὶ νηστευέτω, οἶνον δὲ πινέτω γλυκύν. Ἢν δὲ μηδὲ οὕτω διαχωρέῃ, μίλτον μίξας ὁμοῦ μέλιτι διαχριέτω. Ἀρχὸς ἢν ἐκπίπτῃ καὶ αἱμοῤῥοῇ· ἄρου ῥίζης περιελὼν τὸν φλοιὸν, ἑψεῖν ἐν ὕδατι· ἔπειτα τρίβειν ἄλητον ξυμμίσγων, καὶ καταπλάσσειν θερμόν. Ἄλλο· τῆς ἀμπέλου τῆς ἀγρίης, ἣν ἔνιοι καλέουσι ψιλώθριον, ταύτης τὰς ῥίζας τὰς ἀπαλωτάτας περιξέσαντα ἑψῆσαι ἐν οἴνῳ μέλανι ἀκρήτῳαὐστηρῷ· ἔπειτα τρίψαντα καταπλάσσειν χλιηρόν· ξυμμίσγειν δὲ καὶ ἄλευρα, καὶ φυρῇν ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ χλιηρῶς. Ἄλλο· κωνείου καρπὸν τρίβοντα, παραστάζειν οἶνον λευκὸν εὐώδεα, ἔπειτα καταπλάσσειν χλιηρόν. Ἢν δὲ φλεγμαίνῃ, κισσοῦ ῥίζαν ἑψήσας ἐν ὕδατι, τρίψας λεῖον, ἄλευρον ξυμμίσγων ὡς κάλλιστον, ἐν οἴνῳ λευκῷ φυρήσας, καταπλάσσειν, καὶ ἄλειφα πρὸς τούτοις ξυμμίξας. Ἄλλο· μανδραγόρου ῥίζαν μάλιστα μὲν χλωρὴν, εἰ δὲ μὴ, ξηρὴν, τὴν μὲν οὖν χλωρὴν ἀποπλύναντα καὶ ταμόντα, ἑψῆσαι ἐν οἴνῳ κεκρημένῳ, καὶ καταπλάσσειν· τὴν δέ γε ξηρὴν τρίψαντα καταπλάσσειν ὁμοίως. Ἄλλο· σικύου πέπονος τὸ ἔνδον τρίψας λεῖον καταπλάσσειν.

10. Ἢν δὲ γένηται ὀδύνη καὶ μὴ φλεγμήνῃ, λίτρον ὀπτήσας

Work

Title: Hippocrates: De Fistulis
English: Fistulas
Original: Περὶ συρίγγων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 448-460

Publisher: Baillière, Paris

Download

Hipp-Gr_046.xml [22 Kb]