Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta (Regimen)

Littré 1849

καὶ τοῖσι πόμασι μαλακωτέροισι καὶ ὑδαρεστέροισιν· ὅταν δὲ παρέλθωσιν ἡμέραι πέντε, τῶν πόνων προσθέσθω τὸ τρίτον μέρος τῶν ἀφαιρεθέντων· τοῖσι δὲ σιτίοισι χρήσθω τοῖσιν αὐτοῖσι· πέμπτῃ δὲ ἡμέρῃ ἄλλῃ τοὺς ἡμίσεας τῶν λοιπῶν πόνων προσθέσθω· αὖθις δὲ πέμπτῃ μετὰ τοῦτο ἀπόδος τοὺς πόνους πάντας κουφοτέρους καὶ ἐλάσσονας, ὡς μὴ πάλιν ὑπερβολὴ γένηται.

85. Τοῖσι γὰρ πάσχουσι ταῦτα τὰ τεκμήρια οἱ πόνοι κρέσσους εἰσὶ τῶν σιτίων· ἀνισάζειν οὖν χρή. Ἔνιοι δὲ οὐ ταῦτα πάντα πάσχουσιν, ἀλλὰ τὰ μὲν, τὰ δ’ οὔ. Πάντων δὲ τουτέων τῶν τεκμηρίων οἱ πόνοι κρατέουσι τῶν σίτων, καὶ ἡ θεραπείη ἡ αὐτή. Ξυμφέρει δὲ τούτοισι θερμολουτέειν καὶ μαλακῶς εὐνάζεσθαι, μεθυσθῆναι δὲ ἅπαξ ἢ δὶς, πλὴν ἀλλὰ μὴ ἐς ὑπερβολήν· ἀφροδισιάσαι τε ὅταν ἐπιγένηται· ῥᾳθυμῆσαι πρὸς τοὺς πόνους, πλὴν τῶν περιπάτων.

ΠΕΡΙ ΔΙΑΙΤΗΣ. ΤΟ ΤΕΤΑΡΤΟΝ Η ΤΟ ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ.

86. Περὶ δὲ τῶν τεκμηρίων τῶν ἐν τοῖσιν ὕπνοισιν ὅστις ὀρθῶς ἔγνωκε, μεγάλην ἔχοντα δύναμιν εὑρήσει πρὸς ἅπαντα. Ἡ γὰρ ψυχὴ ἐγρηγορότι μὲν τῷ σώματι ὑπερητέουσα, ἐπὶ πολλὰ μεριζομένη, οὐ γίγνεται αὐτὴ ἑωυτῆς, ἀλλ’ ἀποδίδωσί τι μέρος ἑκάστῳ τοῦ σώματος, ἀκοῇ, ὄψει, ψαύσει, ὁδοιπορίῃ, πρήξεσι παντὸς τοῦ σώματος· αὐτὴ δ’ ἑωυτῆς ἡ διάνοια οὐ γίνεται. Ὁκόταν δὲ τὸ σῶμα ἡσυχάσῃ, ἡ ψυχὴ κινευμένη καὶ ἐπεξέρπουσα τὰ μέρη τοῦ σώματος διοικέει τὸν ἑωυτῆς οἶκον, καὶ τὰς τοῦ σώματος πρήξιας ἁπάσας αὐτὴ διαπρήσσεται. Τὸ μὲν γὰρ σῶμα καθεῦδον οὐκ αἰσθάνεται, ἡ δ’ ἐγρηγοροῦσα γινώσκει, καθορῇ τε τὰ ὁρατὰ καὶ διακούει τὰ ἀκουστὰ, βαδίζει, ψαύει, λυπέεται, ἐνθυμέεται, ἐν ὀλίγῳ ἐοῦσα, ὁκόσαι τοῦ σώματος ὑπηρεσίαι ἢ τῆς ψυχῆς, ταῦτα πάντα ἡ ψυχὴ ἐν τῷ ὕπνῳ διαπρήσσεται. Ὅστις οὖν ἐπίσταται κρίνειν ταῦτα ὀρθῶς, μέγα μέρος ἐπίσταται σοφίης.

87. Ὁκόσα μὲν οὖν τῶν ἐνυπνίων θεῖά ἐστι καὶ προσημαίνει τινὰ συμβησόμενα ἢ πόλεσιν ἢ τῷ ἰδιώτῃ λαῷ ἢ κακὰ ἢ ἀγαθὰ μὴ

Work

Title: Hippocrates: De Diaeta
English: Regimen
Original: Περὶ διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 466-662

Publisher: Baillière, Paris

Download

Hipp-Gr_047.xml [263 Kb]