Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta (Regimen)

Littré 1849

δύναται ἄτερ ὑπερβολῆς· εἰ μὲν οὖν δυνατὸν ἦν, τὴν ὑπερβολὴν τοῦ πόνου γνόντα ὁκόση τίς ἐστι, τοῦ σίτου τῇ ξυμμετρίῃ ἀκέσασθαι, εὖ ἂν εἶχεν οὕτω· νῦν δὲ τὸ μὲν ἀδύνατον, τὸ δὲ ῥᾴδιον· ἐξηρασμένον γὰρ τὸ σῶμα, σίτων ἐμπεσόντων παντοδαπῶν, ἕλκει τὸ ξυμφέρον αὐτὸ ἑωυτῷ ἕκαστον τοῦ σώματος ἑκάστου σίτου, πληρωθὲν δὲ καὶ ὑγρανθὲν, κενωθείσης τῆς κοιλίης ὑπὸ τοῦ ἐμέτου, ἀφίησι πάλιν τὴν ὑπερβολήν· ἡ δὲ κοιλίη κενὴ ἐοῦσα ἀντισπᾷ. Τὸ μὲν οὖν ὑπερβάλλον ὑγρὸν ἐξερεύγεται ἡ σὰρξ, τὸ δὲ σύμμετρον οὐκ ἀφίησιν, ἢν μὴ διὰ βίης ἢ πόνων ἢ φαρμάκων ἢ ἄλλης τινὸς ἀντισπάσιος. Τῇ δὲ προσαγωγῇ χρησάμενος καταστήσεις τὸ σῶμα ἐς τὴν ἀρχαίην δίαιταν ἡσυχῇ.

ΠΕΡΙ ΔΙΑΙΤΗΣ. ΤΟ ΤΡΙΤΟΝ.

67. Περὶ δὲ διαίτης ἀνθρωπίνης, ὥσπερ μοι καὶ πρόσθεν εἴρηται, ξυγγράψαι μὲν οὐχ οἷόν τε ἐς ἀκριβείην, ὥστε πρὸς τὸ πλῆθος τοῦ σίτου τὴν ξυμμετρίην ποιέεσθαι τῶν πόνων· πουλλὰ γὰρ τὰ κωλύοντα. Πρῶτον μὲν αἱ φύσιες τῶν ἀνθρώπων διάφοροι ἐοῦσαι· καὶ γὰρ αἱ ξηραὶ αὐταὶ ἑωυτῶν πρὸς αὐτὰς καὶ πρὸς ἄλλα μᾶλλον καὶ ἧσσον ξηραὶ, καὶ ὑγραὶ ὡσαύτως, καὶ αἱ ἄλλαι πᾶσαι· ἔπειτα αἱ ἡλικίαι οὐ τῶν αὐτῶν δεόμεναι· ἔτι δὲ καὶ τῶν χωρίων αἱ θέσιες, καὶ τῶν πνευμάτων αἱ μεταβολαὶ, τῶν τε ὡρέων αἱ μεταστάσιες, καὶ τοῦ ἐνιαυτοῦ αἱ καταστάσιες· αὐτῶν τε τῶν σίτων πολλὴ διαφορά· πυροί τε γὰρ πυρῶν καὶ οἶνος οἴνου καὶ τἄλλα ὅσα διαιτεόμεθα, πάντα διάφορα ἐόντα ἀποκωλύει μὴ δυνατὸν εἶναι ἐς ἀκριβείην ξυγγραφῆναι. Ἀλλὰ γὰρ αἱ διαγνώσιες ἔμοιγε ἐξευρημέναι εἰσὶ τῶν ἐπικρατεόντων ἐν τῷ σώματι, ἤν τε οἱ πόνοι ἐπικρατέωσι τῶν σιτίων, ἤν τε τὰ σιτία τῶν πόνων, καὶ ὡς χρὴ ἕκαστα ἐξακέεσθαι, προκαταλαμβάνειν τε ὑγείην, ὥστε τὰς νούσους μὴ προσπελάζειν, εἰ μή τις μεγάλα πάνυ ἐξαμαρτάνοι καὶ πολλάκις· ταῦτα δὲ φαρμάκων δέεται ἤδη, ἔστι δ’ ἅσσα οὐδ’ ὑπὸ τῶν φαρμάκων δύναται ὑγιάζεσθαι.

Work

Title: Hippocrates: De Diaeta
English: Regimen
Original: Περὶ διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 466-662

Publisher: Baillière, Paris

Download

Hipp-Gr_047.xml [263 Kb]