Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta (Regimen)

Littré 1849

Ἑρμῇ καὶ τοῖσιν ἥρωσιν. Εἰ δὲ κολυμβῇν ἐν λίμνῃ ἢ ἐν θαλάσσῃ ἢ ἐν ποταμοῖσι δοκέει, οὐκ ἀγαθόν· ὑπερβολὴν γὰρ ὑγρασίης σημαίνει· ξυμφέρει δὲ τούτῳ ξηραίνειν τῇ διαίτῃ, τοῖσί τε πόνοισι πλείοσι χρῆσθαι· πυρέσσοντι δὲ ἀγαθόν· σβέννυται γὰρ τὸ θερμὸν ὑπὸ τῶν ὑγρῶν.

91. Ὅ τι δ’ ἄν τις περὶ αὐτοῦ ὁρέῃ κατὰ τρόπον γινόμενον πρὸς τὴν φύσιν τὴν ἑωυτοῦ μήτε μέζω μήτε ἐλάσσω, ἀγαθὸν πρὸς ὑγείην ἐστί· καὶ ἐσθῆτα λευκὴν ἐνδεδύσθαι καὶ ὑπόδεσιν τὴν καλλίστην, ἀγαθόν. Ὅ τι δ’ ἂν ἔῃ μεῖζον τῶν μελέων ἢ ἔλασσον, οὐκ ἀγαθόν· ἀλλὰ χρὴ τὸ μὲν αὔξειν τῇ διαίτῃ, τὸ δὲ μειοῦν. Τὰ δὲ μέλανα νοσερώτερά τε καὶ ἐπικινδυνώτερα· ἀλλὰ χρὴ μαλάσσειν καὶ ὑγραίνειν· καὶ τὰ καινὰ μεταλλαγὴν σημαίνει.

92. Τοὺς δὲ ἀποθανόντας ὁρῇν καθαροὺς ἐν ἱματίοισι λευκοῖσιν ἀγαθὸν, καὶ λαμβάνειν τι παρ’ αὐτῶν καθαρὸν ἀγαθόν· ὑγείην γὰρ σημαίνει καὶ τῶν σωμάτων καὶ τῶν ἐσιόντων· ἀπὸ γὰρ τῶν ἀποθανόντων αἱ τροφαὶ καὶ αὐξήσιες καὶ σπέρματα γίνονται· ταῦτα δὲ καθαρὰ ἐσέρπειν ἐς τὸ σῶμα ὑγείην σημαίνει. Εἰ δὲ τουναντίον τις ὁρῴη γυμνοὺς ἢ μελανοείμονας ἢ μὴ καθαροὺς ἢ λαμβάνοντάς τι ἢ φέροντας ἐκ τῆς οἰκίης, οὐκ ἐπιτήδειον· σημαίνει γὰρ νοῦσον· τὰ γὰρ ἐσιόντα ἐς τὸ σῶμα βλαβερά· ἀλλὰ χρὴ τοῖσι τροχοῖσι καὶ τοῖσι περιπάτοισιν ἀποκαθαίρεσθαι, καὶ τῇ τροφῇ τῇ μαλακῇ τε καὶ κούφῃ προσάγειν ἐμέσαντα.

Work

Title: Hippocrates: De Diaeta
English: Regimen
Original: Περὶ διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 466-662

Publisher: Baillière, Paris

Download

Hipp-Gr_047.xml [263 Kb]