Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta (Regimen)

Littré 1849

ξυλλεγομένη ἡ πλησμονὴ ἐς νοῦσον προήγαγεν. Ἀλλ’ οὐ χρὴ προΐεσθαι μέχρι τουτέου, ἀλλ’ ὁκόταν γνῷ τὰ πρῶτα τῶν τεκμηρίων, εἰδέναι ὅτι κρατέει τὰ σιτία τοὺς πόνους κατὰ σμικρὸν ξυλλεγόμενα, ᾗ πλησμονή ἐστι. Μύξαι γὰρ καὶ σίελα πλησμονῆς ἐστι κρίσις· ἀτρεμίζοντος μὲν δὴ τοῦ σώματος, φράσσουσι τοὺς πόρους τοῦ πνεύματος, πολλῆς ἐνεούσης τῆς πλησμονῆς· θερμαινόμενον δὲ ὑπὸ τοῦ πόνου, ἀποκρίνεται λεπτυνόμενον. Χρὴ δὲ τὸν τοιοῦτον ἐκθεραπευθῆναι ὧδε· διαπονήσαντα ἐν τοῖσι γυμνασίοισι τοῖσιν εἰθισμένοισιν ἀκόπως, θερμῷ λουσάμενον, σιτίσαι παντοδαποῖσι καὶ ποιῆσαι ἐμέσαι· ἐκ δὲ τοῦ ἐμέτου κλύσαι τὸ στόμα καὶ τὴν φάρυγγα οἴνῳ αὐστηρῷ, ὅκως ἂν συστυφῇ τὰ στόματα τῶν φλεβῶν καὶ μηδὲν ἐπικατασπασθῆ, ὁκοῖα γίνεται ἀπὸ ἐμέτων· εἶτα ἐξαναστὰς περιπατησάτω ἐν ἀλέῃ ὀλίγα· ἐς δὲ τὴν ὑστεραίην τοῖσι μὲν περιπάτοισιν αὐτοῖσι χρέεσθαι, τοῖσι δὲ γυμνασίοισιν ἐλάσσοσι καὶ κουφοτέροισιν ἢ πρόσθεν· καὶ ἀνάριστος διαγέτω, ἢν θέρος ᾖ· ἢν δὲ μὴ θέρος ᾖ, μικρὸν ἐπιφαγέτω· καὶ τοῦ δείπνου ἀφελεῖν τὸ ἥμισυ οὗ εἴωθε δειπνεῖν· τῇ δὲ τρίτῃ τοὺς μὲν πόνους ἀποδότω τοὺς εἰθισμένους πάντας καὶ τοὺς περιπάτους, τοῖσι δὲ σιτίοισι προσαγέτω ἡσυχῇ, ὅκως τῇ πέμπτῃ ἀπὸ τοῦ ἐμέτου κομιεῖται τὸ σιτίον τὸ εἰθισμένον. Ἢν μὲν οὖν ἀπὸ τουτέου ἱκανῶς ἔχῃ, θεραπευέσθω τὰ ἐπίλοιπα τοῖσι μὲν σιτίοισιν ἐλάσσοσι, τοῖσι δὲ πόνοισι πλείοσιν· ἢν δὲ μὴ καθεστήκῃ τὰ τεκμήρια τῆς πλησμονῆς, διαλιπὼν δύο ἡμέρας ἀφ’ ἧς ἐκομίσατο τὰ σιτία, ἐμεσάτω πάλιν καὶ προσαγέτω κατὰ τὰ αὐτά· ἢν δὲ μὴ, καὶ ἐκ τρίτου, μέχρις ἂν ἀπαλλαγῇ τῆς πλησμονῆς.

Work

Title: Hippocrates: De Diaeta
English: Regimen
Original: Περὶ διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 466-662

Publisher: Baillière, Paris

Download

Hipp-Gr_047.xml [263 Kb]