Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

ἱδρὼς δὲ γίνεται ὑπὸ πόνου· τὸ αἷμα δὲ ἐμέει ὅταν αἱ φλέβες αἱ μὲν ἐν τῇ κεφαλῇ ὑπὸ τοῦ ἐγκεφάλου θερμανθῶσιν, αἱ δὲ παρὰ τὴν ῥάχιν ὑπὸ τῆς ῥάχιος, ἡ δὲ ῥάχις ὑπὸ τοῦ νωτιαίου μυελοῦ, ὁ δὲ μυελὸς ὑπὸ τοῦ ἐγκεφάλου, ὅθεν περ πέφυκεν· ὅταν οὖν θερμανθῶσιν αἱ φλέβες καὶ τὸ αἷμα ἐν αὐτῇσι ζέσῃ, διαδιδοῦσιν αἱ μὲν ἀπὸ τῆς κεφαλῆς ἐς τὰς ῥῖνας, αἱ δ’ ἀπὸ τῆς ῥάχιος αἱμοῤῥόοι ἐς τὸ σῶμα. Οὗτος τριταῖος ἀπόλλυται ἢ πεμπταῖος ὡς τὰ πολλά.

6. Ἑτέρη νοῦσος· ἐξαπίνης ὀδύνη λαμβάνει τὴν κεφαλὴν, καὶ παραχρῆμα ἄφωνος γίνεται καὶ ἀκρατὴς ἑωυτοῦ. Οὗτος ἀποθνήσκει ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μή μιν πῦρ ἐπιλάβῃ· ἢν γὰρ ἐπιλάβῃ, ὑγιὴς γίνεται. Πάσχει δὲ ταῦτα, ὅταν αὐτῷ μέλαινα χολὴ ἐν τῇ κεφαλῇ κινηθεῖσα ῥυῇ, καὶ μάλιστα καθ’ ὃ τὰ πλεῖστά ἐστι φλέβια, ἐν τῷ τραχήλῳ φημὶ καὶ τοῖσι στήθεσιν· ἔπειτα καὶ τῇ ἑξῆς ἀπόπληκτος γίνεται καὶ ἀκρατὴς, ἅτε τοῦ αἵματος ἐψυγμένου. Καὶ ἢν κρατήσῃ ὥστε τὸ αἷμα θερμανθῆναι, ἤν τε ὑπὸ τῶν προσφερομένων ἤν τε ὑφ’ ἑωυτοῦ, μετεωρίζεταί τε καὶ διαχέεται, καὶ κινέεται, καὶ τὴν πνοιὴν ἐσάγεταί τε καὶ ἀφρέει καὶ χωρίζεται τῆς χολῆς, καὶ ὑγιὴς γίνεται. Ἢν δὲ μὴ κρατήση, ψύχεται ἐπὶ μᾶλλον· καὶ ὅταν παντάπασι ψυχθῇ καὶ ἐκλίπῃ ἐξ αὐτοῦ τὸ θερμὸν, πήγνυται καὶ κινηθῆναι οὐ δύναται, ἀλλὰ ἀποθνήσκει. Ἢν δὲ ἐκ θωρήξιος ταῦτα πάθῃ, πάσχει ὑπὸ τῶν αὐτέων, καὶ ἀπόλλυται ὑπὸ τῶν αὐτέων, καὶ διαφεύγει ὑπὸ τῶν αὐτέων.

7. Τερηδών· ὅταν τερηδὼν γένηται ἐν τῷ ὀστέῳ, ὀδύνη λαμβάνει ἐκ τοῦ ὀστέου, χρόνῳ δὲ ἀφίσταται τὸ δέρμα ἀπὸ τῆς κεφαλῆς ἄλλῃ καὶ ἄλλῃ. Οὗτος δὲ ταῦτα πάσχει, ὅταν ἐν τῇ διπλόῃ τοῦ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]