Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

28. Ἑτέρη κυνάγχη· φλεγμαίνει τοὔπισθεν τῆς γλώσσης καὶ τὸ κλῇθρον τὸ ὑπὸ τὸν βρόγχον, καὶ οὐ δύναται καταπίνειν τὸ σίαλον, οὐδ’ ἄλλο οὐδὲν· ἢν δ’ ἀναγκασθῇ, διὰ τῶν ῥινῶν οἱ ῥέει. Ὅταν οὕτως ἔχῃ, τρίψας μίνθην χλωρὴν καὶ σέλινον καὶ ὀρίγανον καὶ λίτρον καὶ τῆς ῥόου τῆς ἐρυθρῆς, μέλιτι διεὶς, παχὺ ποιέων, ἐγχρίειν τὴν γλῶσσαν ἔσωθεν ᾗ ἂν οἰδέῃ· ἔπειτα ἀναζέσας σῦκα, ἀποχέας τὸ ὕδωρ, τρίψας τῆς ῥόου, ὀλίγην διῆναι τῷ συκίῳ τούτῳ, καὶ ἀναγαργαρίζειν, ἐὰν δύνηται· ἢν δὲ μὴ, διακλύζεσθαι· πίνειν δὲ διδόναι τὸ ἀπὸ τῶν κρίμνων ὕδωρ· ἔξωθεν δὲ τὸν αὐχένα καὶ τὰ σιηγόνια καταπλάσσειν ἀλήτῳ, ἐν οἴνῳ καὶ ἐλαίῳ ἕψοντα, χλιαρῷ, καὶ ἄρτους προστιθέναι θερμούς. Ἀποπυΐσκεται γὰρ ὡς τὰ πολλὰ ἐν τῷ κλήθρῳ, καὶ ἢν μὲν ῥαγῇ αὐτόματον, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥηγνύηται, ψηλαφήσας τῷ δακτύλῳ ἢν μαλθακὸν ἔῃ, σιδήριον ὀξὺ προσδησάμενος πρὸς τὸν δάκτυλον τρῆσαι. Ταῦτα ποιήσαντι ὑγιέες γίνονται· ἡ δὲ νοῦσος αὕτη ἥκιστά ἐστι θανατώδης.

29. Σταφυλή· ἢν σταφυλὴ ἐν τῇ φάρυγγι γένηται, ἐμπίπλαται ἄκρος ὁ γαργαρεὼν ὕδατος, καὶ γίνεται στρογγύλος τὸ ἄκρον καὶ διαφανὴς, καὶ ἐπιλαμβάνει τὴν πνοιὴν, καὶ ἢν φλεγμαίνῃ τὰ σιαγόνια ἔνθεν καὶ ἔνθεν, ἀποπνίγεται· ἢν δὲ αὐτὸ ἐφ’ ἑωυτοῦ γένηται, τούτων μὴ φλεγμηνάντων, ἧσσον ἀποθνήσκει. Ὅταν οὕτως ἔχῃ, λαβὼν τῷ δακτύλῳ τὸν γαργαρεῶνα, ἄνω ἐς τὴν ὑπερώην ἀποπιέσας, διαταμέειν

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]