Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ καὶ βλέννα, ἀπαλλάττεται τῆς νούσου, καὶ παύεται τῆς στραγγουρίης, οὐρέει τε ἀπόνως καὶ πουλὺ καὶ λευκὸν ἐς τὰς εἴκοσιν ἡμέρας, καὶ ἡ ἐκ τῆς κεφαλῆς ὀδύνη ἐκλείπει, καὶ ἐκ τῶν ὀφθαλμῶν ἐσορῶντι κλέπτεταί οἱ ἡ αὐγὴ, καὶ δοκέει τὸ ἥμισυ τῶν προσώπων ὁρᾷν. Οὗτος τεσσαρακοσταῖος ὑγιὴς παντελῶς γίνεται· ἐνίοτε δὲ πολλοῖς ὑπανέστρεψεν ἡνοῦσος ἑβδόμῳ ἔτει ἢ τεσσαρεσκαιδεκάτῳ· καὶ τὸ δέρμα οἱ παχύνεται τῆς κεφαλῆς, καὶ ψαυόμενον ὑπείκει, καὶ ἀπ’ ὀλίγων σιτίων ἁπαλὸς καὶ εὔχροος φαίνεται, καὶ ἀκούει οὐκ ὀξέα. Ὅταν οὕτως ἔχοντι ἐπιτύχῃς ἀρχομένῳ τῆς νούσου πρόσθεν ἢ ῥαγῆναι κατὰ τὰς ῥῖνας τὸ ὕδωρ καὶ κατὰ τὰ ὦτα, καὶ ἔχῃ αὐτὸν ἡ περιωδυνίη, ἀποξυρήσαντα χρὴ αὐτοῦ τὴν κεφαλὴν, περιδέοντα περὶ τὸ μέτωπον τὸν ἀσκὸν τὸν σκύτινον, ὕδατος ἐμπιπλῶντα ὡς ἂν ἀνέχηται θερμοτάτου, ἐᾷν αὐτὸν χλιαίνεσθαι, καὶ ἐπὴν ἀποψυχθῇ, ἕτερον ἐγχέειν· ἢν δὲ ἀσθενέῃ, παύεσθαι, καὶ διαλιπὼν αὖθις ποιέειν ταὐτὰ ἔστ’ ἂν χαλάσῃ ἡ περιωδυνίη· καὶ ἢν ἡ κοιλίη μὴ ὑποχωρέῃ, ὑποκλύσαι αὐτὸν, καὶ πιπίσκοντα τῶν οὐρητικῶν μελίκρητα διδόναι ἐπιπίνειν ὑδαρέα· καὶ θαλπέσθω ὡς μάλιστα· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης λεπτόν. Ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, λινόζωστιν ἑψήσας ἐν ὕδατι, τρίβων, διηθέων τὸν χυλὸν, συμμίσγειν ἴσον τοῦ ἀπὸ τῆς πτισάνης χυλοῦ καὶ τοῦ ἀπὸ τῆς λινοζώστιος, καὶ μέλι ὀλίγον παραμίσγειν ἐς τὸν χυλόν· τοῦτον ῥοφάνειν τρὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον μελιχρὸν, ὑδαρέα, λευκὸν, ὀλίγον ἐπὶ τῷ ῥοφήματι. Ἐπὴν δέ οἱ ῥαγῇ κατὰ τὰς ῥῖνας τὰ βλεννώδεα, καὶ οὐρέῃ παχὺ, καὶ τῆς ὀδύνης ἀπηλλαγμένος ἔῃ τῆς

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]