De Morbis II (Diseases II)
Littré 1851
καὶ ἐμέει πουλὺ καὶ ῥηϊδίως, καὶ τοὺς ὀδόντας ναρκᾷ καὶ αἱμωδίη ἔχει, καὶ αἱ φλέβες αἴρονται καὶ σφύζουσιν αἱ ἐν τῇ κεφαλῇ, καὶ οὐκ ἀνέχεται ἠρεμέων, ἀλλ’ ἀλύει καὶ ἀλλοφρονέει ὑπὸ τῆς ὀδύνης. Τούτῳ ἢν μὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ῥαγῇ, ὅδρωψ ῥεῖ ὑπόπυος, καὶ ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἀποθνήσκει ἐν ἑπτὰ ἡμέρῃσιν ὡς τὰ πολλά. Αὕτη ἡ νοῦσος γίνεται μάλιστα ἐκ λιπυρίης, ἐπὴν ἀπαλλαγεὶς τοῦ πυρὸς, ἀκάθαρτος ἐὼν, ἢ σιτίων ἐμπιπλῆται, ἢ θωρήσσηται, ἢ ἐν ἡλίῳ κάμῃ. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν ἀφιέναι ἀπὸ τῆς κεφαλῆς τοῦ αἵματος ὁπόθεν ἄν σοι δοκέῃ· ἐπὴν δὲ ἀφῇς, τὴν κεφαλὴν ξυρήσας, ψύγματά οἱ προσφέρειν, καὶ ἢν μὴ ὑποχωρέῃ ἡ γαστὴρ, ὑποκλύσαι· πίνειν δὲ διδόναι τὸν ἀπὸ τῆς πτισάνης χυλὸν ψυχρὸν καὶ ἐπιπίνειν ὕδωρ· ἢν δέ οἱ πρὸς τὰ ψύγματα μὴ χαλᾷ, μεταβαλὼν, τῷ ἀσκῷ χρῆσθαι καὶ θερμαίνειν. Ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, σιτίοισι χρήσθω διαχωρητικοῖσι, καὶ μὴ ἐμπιπλάσθω· ἐπὴν δὲ γένηται εἰκοσταῖος πεπαυμένης τῆς ὀδύνης, πυριήσας αὐτοῦ τὴν κεφαλὴν, πρὸς τὰς ῥῖνας φάρμακον προστίθει, καὶ διαλιπὼν ἡμέρας τρεῖς φάρμακον πῖσαι κάτω.
17. Ἑτέρη νοῦσος· ἢν ὑπερεμήσαντα τὰ φλέβια τὰ ἔναιμα τὰ περὶ τὸν ἐγκέφαλον θερμήνῃ τὸν ἐγκέφαλον, πυρετὸς ἴσχει ἰσχυρὸς, καὶ ὀδύνη ἐς τοὺς κροτάφους καὶ τὸ βρέγμα καὶ ἐς τοὔπισθεν τῆς κεφαλῆς, καὶ τὰ ὦτα ἠχέει, καὶ πνεύματος ἐμπίπλαται, καὶ ἀκούει οὐδὲν, καὶ ἀλύει, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν ὑπὸ τῆς ὀδύνης· οὗτος ἀποθνήσκει πεμπταῖος ἢ ἑκταῖος. Ὅταν οὕτως ἔχῃ, θερμαίνειν αὐτοῦ τὴν κεφαλήν· ἢν γὰρ ῥαγῇ διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν ὕδωρ, οὕτως ἐκφυγγάνει τὸν ὄλεθρον· ἢν δ’ ἐκφύγῃ τὰς ἡμέρας τὰς ἓξ, διαιτᾷν ὥσπερ τὴν προτέρην.
Work
Title: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 8-114
Publisher: Baillière, Paris
Download
Hipp-Gr_048.xml [165 Kb]