Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

21. Ἑτέρη νοῦσος· ἐξαπίνης ὑγιαίνοντα ὀδύνη ἔλαβε τὴν κεφαλὴν, καὶ παραχρῆμα ἄφωνος γίνεται, καὶ ῥέγχει, καὶ τὸ στόμα κέχηνε, καὶ ἤν τις αὐτὸν καλέσῃ ἢ κινήσῃ, στενάζει μοῦνον, ξυνίει δὲ οὐδὲν, καὶ οὐρέει πουλὺ, καὶ οὐκ ἐπαΐει οὐρέων. Οὗτος, ἤν μιν μὴ πυρετὸς λάβῃ, ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ λάβῃ, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος πρεσβυτέροισι μᾶλλον γίνεται ἢ νεωτέροισιν. Τοῦτον, ὅταν οὕτως ἔχῃ, λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ θάλπειν ὡς μάλιστα, καὶ ἐνστάζειν μελίκρητον χλιαρὸν ἐς τὸ στόμα. Ἢν δὲ ἔμφρων γένηται καὶ ἐκφύγῃ τὴν νοῦσον, ἀνακομίσας αὐτὸν σιτίοισιν, ἐπήν σοι δοκέῃ ἰσχύειν, ἐς τὰς ῥῖνας ἐνθεὶς αὐτῷ φάρμακον, καὶ διαλιπὼν ὀλίγας ἡμέρας, κατωτερικὸν δὸς φάρμακον πιεῖν· ἢν γὰρ μὴ καθήρῃς, δεῖμα αὖθις τὴν νοῦσον ὑποστρέψαι· ἐκφυγγάνουσι δὲ οὐ μάλα ἐκ τῆς πρώτης.

22. Ἑτέρη νοῦσος· ἢν δὲ ἐκ θωρήξιος ἄφωνος γένηται, ἢν μὲν αὐτίκα δὴ καὶ παραχρῆμα λάβῃ μιν πυρετὸς, ὑγιὴς γίνεται· ἢν δὲ μὴ λάβῃ, τριταῖος ἀποθνήσκει. Ἢν δὲ μὴ οὕτως ἔχοντι ἐπιτύχῃς, λούειν πολλῷ καὶ θερμῷ, καὶ πρὸς τὴν κεφαλὴν σπόγγους ἐν ὕδατι βάπτων θερμῷ προστιθέναι, καὶ ἐς τὰς ῥῖνας κρόμμυα ἀπολέπων ἐντιθέναι. Οὗτος ἢν μὲν ἀνατείνας τοὺς ὀφθαλμοὺς καὶ φθεγξάμενος παρ’ ἑωυτῷ γένηται καὶ μὴ φλυηρῇ, τὴν μὲν ἡμέρην ταύτην κεῖται κωμαίνων, τῇ δ’ ὑστεραίῃ ὑγιὴς γίνεται· ἢν δ’ ἀνιστάμενος χολὴν ἐμέῃ, μαίνεται, καὶ ἀποθνήσκει μάλιστα ἐν πέντε ἡμέρῃσιν, ἢν μὴ κατακοιμηθῇ. Τοῦτον οὖν χρὴ τάδε ποιέειν· λούειν πολλῷ καὶ θερμῷ, ἔστ’ ἂν αὐτὸς ἐς ἑωυτὸν παρῇ· ἔπειτα ἀλείψας ἀλείφατι πολλῷ, κατακλῖναι ἐς στρώματα μαλθακῶς, καὶ ἐπιβάλλειν ἱμάτια, καὶ μήτε λύχνον καίειν παρ’ αὐτῷ, μήτε φθέγγεσθαι· ὡς γὰρ ἐπιτοπολὺ ἐκ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]