De Morbis II (Diseases II)
Littré 1851
ἐκρυῇ, οἴνῳ ἀκρήτῳ χλιαρῷ διακλυζέτω, καὶ ἐπὴν μέλλῃ τι ἐσθίειν ἢ ῥοφάνειν, σπόγγιον ἐντιθέναι· ταῦτα ποιέειν ἔστ’ ἂν ὑγιὴς γένηται.
33. Πώλυπος· ἢν πώλυπος γένηται ἐν τῇ ῥινὶ, ἐκ μέσου τῶν χόνδρων κατακρέμαται, οἷον γαργαρεὼν, καὶ ἐπὴν ὤσῃ τὴν πνοιὴν, προσέρχεται ἔξω, καὶ ἐστὶ μαλθακὸν, καὶ ἐπὴν ἀναπνεύσῃ, οἴχεται ὀπίσω, καὶ φθέγγεται σομφὸν, καὶ ἐπὴν καθεύδῃ, ῥέγχει. Ὅταν οὕτως ἔχῃ, σπόγγιον καταταμὼν στρογγύλον, καὶ ποιήσας οἷον σπείραν, κατειλίξαι λίνῳ αἰγυπτίῳ καὶ ποιῆσαι σκληρόν· εἶναι δὲ μέγεθος ὥστε ἐπαρτίζειν ἐς τὸν μυκτῆρα, καὶ δῆσαι τὸ σπόγγιον λίνῳ τετραχόθι· μῆκος δὲ ἔστω ὅσον πυγονιαῖον ἕκαστον· ἔπειτα ποιήσας αὐτῶν μίαν ἀρχὴν, ῥάβδον λαβὼν κασσιτερίνην λεπτὴν ἐκ τοῦ ἑτέρου κύαρ ἔχουσαν, διείρειν ἐς τὸ στόμα τὴν ῥάβδον ἐπὶ τὸ ὀξὺ, καὶ ἐπὴν λάβῃ, διέρσας διὰ τοῦ κύαρος τὸ λίνον, ἕλκειν ἔστ’ ἂν λάβῃ τὴν ἀρχήν· ἔπειτα χηλὴν ὑποθεὶς ὑπὸ τὸν γαργαρεῶνα, ἀντερείδων, ἕλκειν ἔστ’ ἂν ἐξειρύσῃς τὸν πώλυπον. Ἐπὴν δὲ αὐτὸν ἐκσπάσῃς καὶ παύσηται τὸ αἷμα ῥέον, περιθεὶς περὶ τὴν μήλην ξηρὸν ὀθόνιον μοτῶσαι, καὶ τὸ λοιπὸν ἀναζέσαι τοῦ ἄνθους ἐν μέλιτι, καὶ χρίων τὸν μοτὸν ἐντιθέναι ἐς τὴν ῥῖνα· καὶ ἐπὴν ἤδη τὸ ἕλκος ἀλθαίνηται, μόλιβδον ποιησάμενος ὥς τοι καθίκῃ πρὸς τὸ ἕλκος, τοῦτον μέλιτι χρίων προστιθέναι ἔστ’ ἂν ὑγιὴς γένηται.
34. Ἕτερος πώλυπος· ἐμπίπλαται ἡ ῥὶς κρέασι, καὶ ψαυόμενον τὸ κρέας σκληρὸν φαίνεται, καὶ διαπνεῖν οὐ δύναται διὰ τῆς ῥινός. Ὅταν οὕτως ἔχῃ, ἐνθέντα χρὴ σύριγγα καῦσαι σιδηρίοισιν ἢ τρισὶν
Work
Title: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 8-114
Publisher: Baillière, Paris
Download
Hipp-Gr_048.xml [165 Kb]