Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

ἑβδομαῖος, καὶ οὐκ ἂν ἐκφύγη, εἰ μὴ ῥαγείη τὸ ὑγρὸν ἑβδομαίῳ κατὰ τὰ οὔατα· οὕτω δὲ ἡ ὀδύνη παύεται, καὶ ἔμφρων γίνεται· ῥεῖ δὲ πολλὸν καὶ ἄνοσμον. Τούτου μάλιστα μὲν μὴ θεραπεύειν τὰ οὔατα, πρὶν ἂν ἐῤῥωγὸς ἴδῃς τὸ πῦον· ἢν δὲ βούλῃ καθῆραι τὴν ἄνω καὶ τὴν κάτω κοιλίην, λῦσον χωρὶς ἑκατέρην· ἔπειτα πυριᾷν τὴν κεφαλὴν ὡς μάλιστα ὅλην τε καὶ διὰ τῶν οὐάτων καὶ διὰ τῶν ῥινῶν· ῥοφεῖν δὲ πτισάνης χυλὸν, καὶ ἀοινέειν τὸ πάμπαν. Ἐπὴν δὲ ῥαγῆ τὸ πῦον, ἐπίσχειν, ἔστ’ ἂν ἡ πολλὴ τῆς ῥύσιος παύσηται· ἔπειτα κλύζειν τὰ οὔατα οἴνῳ γλυκέϊ ἢ γάλακτι γυναικείῳ ἢ ἐλαίῳ παλαιῷ, χλιαροῖσι δὲ κλύζειν, καὶ πυριᾷν τὴν κεφαλὴν θαμινὰ μαλθακῇσι πυρίῃσι καὶ εὐόδμοισιν, ἵνα θᾶσσον καθαίρηται ὁ ἐγκέφαλος. Οὗτος τὰ μὲν πρῶτα οὐκ ἀΐει. προϊόντος δὲ τοῦ χρόνου ἥ τε ῥύσις ἥσσων ἐστὶ, καὶ ἡ ἀκοὴ ἅμα τῇ ῥύσει παντελῶς παυομένη παραγίνεται, καὶ ὁμοιοῦται μάλιστα ἑωυτῷ. Φυλάσσεσθαι δὲ χρὴ ἡλίους, ἀνέμους, πῦρ, καπνὸν, δριμέων ὀδμὰς καὶ τὰ τοιαῦτα, καὶ ἡσυχάζειν διαίτῃ μαλθακῇ χρώμενον, καὶ ὑπὸ κενεαγγειῶν εὔλυτος ἔστω ἡ κοιλίη ἡ κάτω.

3. Βλητοί· οἱ δὲ βλητοὶ λεγόμενοι εἶναι, ὁκόταν ὁ ἐγκέφαλος πλησθῇ πολλῆς ἀκαθαρσίης, ὀδύνην παρέχει τὸ πρόσθεν τῆς κεφαλῆς πρῶτον, καὶ ἀναβλέπειν οὐ δύνανται οἱ μὲν ἀμφοῖν τοῖν ὀφθαλμοῖν, οἱ δὲ θατέρῳ, καὶ κῶμά μιν ἔχει, καὶ ἔκφρονές εἰσι, καὶ οἱ κρόταφοι πηδῶσι, καὶ πυρετὸς λεπτὸς ἔχει καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ἀποθνήσκει τριταῖος ἢ πεμπταῖος· ἐς δὲ τὰς ἑπτὰ οὐκ ἀφικνέεται· ἢν δὲ ἄρα ἀφίκηται, ἐξάντης γίνεται. Τοῦτον ἢν βούλῃ θεραπεύειν,

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]