Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

πυριᾷν τὴν κεφαλὴν, καὶ ταμὼν ἀνάπνευσιν ποιέειν· ἢν δὲ ὀδύνη ἐστηριγμένη ᾖ, καὶ πταρμοὺς ἐμποιέειν χρὴ, καὶ τὴν κεφαλὴν καθαίρειν κούφοισι καὶ εὐώδεσι, καὶ τὴν κάτω κοιλίην καθαίρειν, ἀοινέειν δὲ τὸ πάμπαν, πτισάνης δὲ χυλῷ χρῆσθαι.

4. Σφακελισμὸς ἐγκεφάλου· ἢν δὲ σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη ἴσχει τὴν κεφαλὴν, καὶ διὰ τοῦ τραχήλου φοιτᾷ ἐς τὴν ῥάχιν, καὶ αὐτὸν ἐπιλαμβάνει ἀνηκουστίη, καὶ ψῦχος ἐπέρχεται ἐπὶ τὴν κεφαλὴν, καὶ ἰδίει ὅλος, καὶ ἐξαίφνης ἄφωνος δείκνυται, καὶ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, καὶ πελιδνὸς γίνεται. Τοῦτον ἢν μὲν ἡ νοῦσος χαλαρῶς λάβῃ, τοῦ αἵματος ἀπελθόντος, ῥαΐζει· ἢν δὲ σφόδρα ἀπειλημμένος ᾖ, ἀποθνήσκει τάχα. Τούτῳ πταρμούς τε ἐμποιέειν διὰ τῶν εὐωδέων, καὶ τὰς κοιλίας ἄμφω καθαίρειν ἐν μέρει ἑκατέρην, κούφας δὲ ὀδμὰς ἐχόντων τῇσι ῥισὶν ἀείρειν, καὶ ῥόφημα λεπτόν τε καὶ χλιαρόν· ἀοινέειν δὲ τὸ πάμπαν.

5. Λήθαργοι· οἱ δὲ λήθαργοι, στάσις μὲν ἡ αὐτὴ τοῦ κακοῦ τῇ περιπλευμονίῃ, χαλεπωτέρη δὲ καὶ οὐ πάμπαν ἀπήλλακται ὑγρῆς περιπλευμονίης· βραδυτέρη δὲ πουλὺ ἡ νοῦσος. Πάσχει δὲ τάδε· βὴξ καὶ κῶμά μιν ἔχει, καὶ τὸ σίαλον ὑγρὸν καὶ πολὺ ἀνάγει, καὶ ἀδυνατέει σφόδρα, καὶ ὁκόταν μέλλῃ ἀποθανεῖσθαι, κάτω ὑποχωρέει ἐπὶ πολὺ καὶ ὑγρόν. Τούτῳ ἐλπὶς μὲν πάνυ βραχέη περιγενέσθαι· ὅμως δὲ πτύειν τε ποιέειν ὡς πλεῖστον καὶ θερμαίνειν καὶ ἀοινέειν· ἢν δὲ ἐκφύγῃ, ἔμπυος γίνεται.

6. Καυσώδης· ἡ δὲ καυσώδης λεγομένη, δίψα τε ἔχει πολλὴ, καὶ ἡ γλῶσσα πέφρικε, τὸ δὲ χρῶμα αὐτῆς τὸν μὲν πρῶτον χρόνον

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]