Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

Ποιέειν δὲ καὶ ἄλλως ἀπὸ τῆς πρώτης ἡμέρης ἀρξάμενος· δίδου ἄρου τοῦ μεγάλου κόγχην χηραμίδα, καὶ δαύκου καὶ ἀκαλήφης μίην, καὶ νάπυος καὶ πηγάνου ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, καὶ ὀπὸν σιλφίου ὅσον κύαμον· ταῦτα ἐν ὀξυγλυκεῖ καὶ ὕδατι κεράσας καὶ διηθήσας, δίδου νήστει χλιαρόν. Ἐπειδὰν δὲ ἄρχηται καθαρὸν ἐκπτύειν, ἄρου χηραμίδα καὶ σήσαμον καὶ ἀμύγδαλα καθήρας ἐν ὀξυγλυκεῖ κεκρημένῳ πίνειν· ἢν δὲ μᾶλλον βούλῃ ἄγειν, καππάριος τῆς ῥίζης φλοιὸν μιγνύναι τούτοισιν.

16. Πλευρῖτις· ὁκόταν δὲ πλευρῖτις λάβῃ, τάδε πάσχει· ὀδύνη τὴν πλευρὴν καὶ πυρετὸς καὶ φρίκη ἴσχει, καὶ ἀναπνέει πυκνὸν, καὶ ὀρθοπνοίη ἔχει, καὶ ἀναβήσσει ὑπόχολα οἷον ἀπὸ σιδίου, ἢν μὴ ῥήγματα ἔχῃ· ἢν δὲ ἔχῃ, καὶ αἷμα ἀπὸ τῶν ῥηγμάτων· ἐν δὲ τῇ αἱματώδει ὕφαιμον. Ἔστι δὲ ἡ μὲν χολώδης ἠπιωτέρη, ἢν μὴ ῥήγματα ἔχῃ ὁ κάμνων· εἰ δὲ μὴ, ἐπιπονωτέρη μὲν, θανατωδεστέρη δὲ οὔ· ἡ δὲ αἱματώδης ἰσχυρὴ καὶ ἐπίπονος καὶ θανατώδης; ὁκόταν οὖν προσῇ καὶ λὺγξ ἅμα καὶ αἵματος θρόμβους ἀποβήσσῃ ἅμα τῷ σιάλῳ μέλανας, οὗτος ἀποθνήσκει ἑβδομαῖος· δέκα δὲ ἡμέρας διαφυγὼν, τὴν μὲν πλευρῖτιν ὑγιὴς γίνεται, εἰκοστῇ δὲ ἐμπυΐσκεται, καὶ ἀποβήσσει πῦον, τελευτῶν δὲ καὶ ἀπεμέει, καὶ πάνυ εὐθεράπευτος οὐ γίνεται. Εἰσὶ δὲ καὶ ξηραὶ πλευρίτιδες ἄπτυστοι, χαλεπαὶ δὲ αὗται· αἱ δὲ κρίσιες ὅμοιαι τῇσιν ἄλλῃσιν· ὑγρασίης δὲ πλέονος δέονται τῶν ἄλλων ἐν τῷ ποτῷ. Αἱ δὲ χολώδεες καὶ αἱματώδεες κρίνουσιν ἐνναταῖαι

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]