Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

καὶ ὀποῦ σιλφίου ἥμισυ, καὶ τριφύλλου καρποῦ ὀλίγον. ἐν μέλιτι λείχειν· ἢ πεπέρεος κόκκους πέντε καὶ ὀποῦ σιλφίου ὅσον κύαμον, καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ πίνειν χλιαρὸν νήστει δίδου· τοῦτο καὶ τὰς ὀδύνας παύει. Ἢν δὲ μὴ δύνηται πτύειν κατὰ λόγον, ἀλλ’ ἐνίσχηται αὐτῷ καὶ ῥέγχῃ ἐν τοῖσι στήθεσιν, ἄρου τοῦ μεγάλου ῥίζης χηραμίδα καὶ ἔλαιον σὺν μέλιτι μίξαι, ἐπιῤῥοφεῖν δὲ ὄξος κεκρημένον. Ἄλλο ἰσχυρόν· ἄνθος χαλκοῦ ὅσον κύαμον καὶ νίτρον ὀπτὸν διπλάσιον καὶ ὕσσωπον ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, μέλιτι μίξας, καὶ ὕδωρ καὶ ἔλαιον μικρὸν ἐπιστάξας, χλιάνας ἐν χηραμίδι, ἐγχέειν ἵνα μὴ ἀποπνιγῇ. Καὶ ἐν περιπλευμονίῃ, ἢν μὴ καθαίρηται, τοῦτο δεῖ ποιέειν. Ἢν δὲ μήτε ῥέγχῃ μήτε πτύῃ ὡς δεῖ, καππάριος καρποῦ ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, καὶ πέπερι καὶ νίτρον ὀλίγον καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ μίξας τοῦτο χλιαρὸν ἐπιῤῥοφεῖν· τὴν δὲ ἄλλην ἡμέρην ὕσσωπον ἐν ὄξει καὶ μέλιτι καὶ ὕδατι ἀναζέσας ἐπιῤῥοφεΐν. Τοῦτο καὶ τοῖσι ῥέγχουσι διδόναι καὶ μὴ δυναμένοισι καθαίρεσθαι. Εἰ δὲ ἰσχυρότερον βούλοιο ποιέειν, ὑσσώπου καὶ νάπυος καὶ καρδάμου κόγχην ἢ χηραμίδα τρίψας ἐν μέλιτι καὶ ὕδατι, καὶ ἀναζέσας, καὶ διηθήσας, ἐπιῤῥοφεῖν χλιαρὸν δίδου. Οὕτω ταῦτα τὰ νουσήματα θεραπευθέντα ὑγιέα γίνεται, ἢν μή τι τοῦ πτύσματος ὑπολειφθὲν ἐν τῷ πλεύμονι πῦος γένηται, ὑφ’ οὗ βήσσουσι ξηρὰ βηχία, καὶ πῦρ καὶ φρίκη ἴσχει, καὶ ὀρθοπνοίη ἔχει, καὶ πυκνὸν καὶ ἀθρόον ἀναπνεῖ, καὶ ἡ φωνὴ βαρυτέρη ὀλίγῳ, καὶ εὐχροίη σὺν τῇ θέρμῃ τὸ πρόσωπον ἴσχει· προϊόντος δὲ τοῦ χρόνου, μᾶλλον καὶ ἡ νοῦσος σάφα δηλοῦται, Τοῦτον εἰ ἐντὸς τῶν δέκα ἡμερέων λάβοις,

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]