Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

θερμήναντα χρὴ διαίτῃ καὶ λουτρῷ θερμῷ ἐγχέαι ἐς τὸν πλεύμονα ὅ τι πῦον ἄξει, καὶ τοῖσιν ἄλλοισι χρῆσθαι τοῖσι τὸ πῦον ἄγουσι; καὶ διαιτᾷν ὡς ἔμπυον, καὶ τὴν κεφαλὴν ἀποξηραίνειν, ἵνα μὴ ἐπιῤῥέῃ. Ἢν δ’ ἐν τῷ ἐγχύτῳ μὴ σήπηται καὶ ἀνάγηται τὸ πῦον, ῥήγνυται αὐτῷ ἐκ τοῦ πλεύμονος ἐς τὸν θώρηκα, καὶ μετὰ τὴν ῥῆξιν δοκέει ὑγιὴς εἶναι, ὅτι ἐκ τῆς στενοχωρίης ἐς τὴν εὐρυχωρίην ἦλθε τὸ πῦον, καὶ τὸ πνεῦμα ὃ ἀναπνέομεν ἕδρην ἔσχεν ἐν τῷ πλεύμονι· προϊόντος δὲ τοῦ χρόνου, τὰ στήθεα πύου πληροῦται, καὶ αἱ βῆχες καὶ οἱ πυρετοὶ καὶ τἄλλα ἀλγήματα πάντα μᾶλλον πιέζει αὐτὸν, καὶ ἡ νοῦσος διαδηλοῦται. Τοῦτον μετὰ τὴν ἔκρηξιν ἐᾶσαι δεῖ ἡμέρας πεντεκαίδεκα, ὅκως πάλιν πεπανθῇ τὸ πῦον· ἅτε γὰρ ἐς εὐρυχωρίην ἐλθὸν ἀνέψυξέ τε καὶ τὸ ὑπάρχον ὑγρὸν ἐν τῷ θώρηκι προσγάγετο πρὸς ἑωυτὸ, ὥστε αὐτὸ ἡμισαπὲς εἶναι. Ἢν μὲν οὖν αὐτόματον ἄρξηται πτύεσθαι ἐν τούτῳ τῷ χρόνῳ, ἢ φαρμάκοισι τιμωρέειν ἢ ποτοῖσιν, ἐν δὲ τῇσι τελευταίῃσιν ἡμέρῃσι τῶν ἡμερέων τῶν πεντεκαίδεκα σπεύδειν ἀναστῆναι πρὶν μᾶλλον τρύχεσθαι τὸ σῶμα, φυλάσσων τὴν κεφαλὴν καθαρὴν τῶν ἐπιῤῥοῶν εἵνεκεν. Ἢν δὲ μὴ πτύηται, ἀποσημήνῃ δὲ ἐς τὰς πλευρὰς, ταμέειν ἢ καῦσαι. Ἢν δὲ μήτε πτύηται μήτε ἀποσημήνῃ ἐς τὰς πλευρὰς, λούσας πολλῷ καὶ θερμῷ νῆστιν καὶ ἄποτον, καθίσας ἐπὶ ἕδρης ἀκινήτου, ἕτερος μὲν τῶν ὤμων ἀναλαβέτω, αὐτὸς δὲ σεῖε τοῦτον, τὸ οὖς παραβάλλων πρὸς τὰς πλευρὰς, ἵν’ εἱδῇς ὁκοτέρωθεν ἀποσημαίνει· βούλου δὲ μᾶλλον πρὸς τὰ

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]