Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

ἀριστερά· θανατωδέστερον γὰρ καίειν καὶ τάμνειν πρὸς τὰ δεξιά· ὁκόσῳ γὰρ ἰσχυρότερά ἐστι τὰ δεξιὰ, τόσῳ καὶ τὰ νουσήματα ἐν αὐτοῖσιν ἰσχυρότερα δείκνυται. Ἢν δὲ ὑπὸ πάχεος τὸ ὑγρὸν μὴ κλυδάζηται, μηδὲ ψόφος ᾖ ἐν τῷ στήθεϊ, πυκνὸν δὲ ἕλκῃ τὸ πνεῦμα καὶ οἱ πόδες ἐποιδέωσι, καὶ βήχιόν τι προσῇ, μὴ ἐξαπατάτω, ἀλλ’ εὖ ἴσθι πλήρη ἐόντα τὸν θώρηκα πύου· ἐς οὖν ἐρετριάδα γῆν ὑγρὴν καὶ λείην τετριμμένην καὶ χλιαρὴν ἐπιβάψας ὀθόνιον λεπτὸν, περικάλυψον κύκλῳ τὸν θώρηκα, καὶ ὅκου ἂν πρῶτον ξηραίνηται, ταύτῃ χρὴ τάμνειν ἢ καίειν ὡς ἐγγυτάτω τῶν φρενῶν, φυλασσόμενος αὐτῶν τῶν φρενῶν. Ἢν δὲ βούλῃ, ἀλείφων τῇ ἐρετριάδι, σκόπει ὁμοίως ὡς ἐν τῷ ὀθονίῳ, πολλοὶ δὲ ἅμα ἀλειφόντων, ἵνα μὴ τὰ πρῶτα ἀλειφόμενα ἀποξηραίνηται. Μετὰ δὲ τὴν τομὴν ἢ τὴν καῦσιν τῷ μοτῷ τῷ ἐκ τοῦ ὠμολίνου χρῶ, καὶ ἐξίει κατ’ ὀλίγον τὸ πῦον. Ὁκόταν δὲ μέλλῃς τάμνειν ἢ καίειν, ὑποσημαίνου τωὐτὸ σχῆμα ἔχοντα, ὅπερ ἂν μέλλῃς ἔχοντα καίειν ἢ τάμνειν, ἵνα μὴ ἐξαπατήσῃ ἀνωτέρω γενόμενον ἢ κατωτέρω τὸ δέρμα, ἐν τῇ μεταβολῇ τοῦ σχήματος· καὶ τὰς βῆχας φυλάσσειν ἐκ τῆς διαίτης, ὅκως μὴ ἀντισπάσουσι πάλιν ἐς τὸν πλεύμονα τὸ πῦον, κακὸν γὰρ, ἀλλ’ ὡς τάχιστα ὑποξηραίνεσθαι· ἐπειδὰν δὲ δωδεκαταῖος ἦ, ἅπαν ἀφιέναι τὸ λοιπὸν πῦον, καὶ ἀπὸ τοῦ ὀθονίου μοτοῦν, καὶ ἀφιέναι δὶς τῆς ἡμέρης τὸ πῦον, καὶ τὴν ἄνω κοιλίην ἐκ τῆς διαίτης ὡς μάλιστα ξηραίνειν. Ὧδε χρὴ καὶ τὰς ἐκ τῶν τρωμάτων καὶ ἐκ περιπλευμονίης καὶ ἐκ καταῤῥοῶν μεγάλων ἐκπυήσιας, καὶ

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]