Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

καὶ ὁ ἄλλος πόνος ἐν τῷ σώματι πολλῷ ἔνι πλείων· αἱ δὲ θέρμαι βληχρότεραι ἔχουσιν ἢ τὸ πρίν. Τοῦτον ἢν λάβῃς κατ’ ἀρχὰς, ὑποκαθῆραι κάτω ὀπῷ σκαμμωνίης, ἢν ἀπύρετος ᾖ· μετὰ δὲ τὴν κάθαρσιν προσφερέσθω ταὐτὰ ἃ καὶ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω, ἡσυχίην ἔχων ὡς μάλιστα τῷ σώματι, καὶ μαλθακῶς κοιμάσθω· ταῦτα μὲν κατ’ ἀρχὰς ποιεέτω μέχρι τῶν δέκα ἡμερέων. Ἢν δὲ ἔμπυος γένηται, τὰ αὐτὰ ἃ καὶ ὁ πρόσθεν ποιεέτω· ἢν δὲ ὑγιὴς γένηται, τῶνδε χρὴ ἀπέχεσθαι, σιτίων μὲν καὶ ποτῶν ὀξέων καὶ δριμέων καὶ ἁλικῶν καὶ λιπαρῶν· ταλαιπωρίης δὲ, ἀπέχεσθαι τῶν αὐτῶν ὧν καὶ ὁ πρόσθεν. Ταῦτα ἢν ποιέῃ, τάχιστα τῆς νούσου ἀπαλλαγήσεται· ἢν δέ τι τουτέων μὴ ποιήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι, καὶ ἡ νοῦσος κάκιον ἔχει· καὶ γὰρ οἱ πολλοὶ πλευμοῤῥωγέες ἐόντες διατελέουσιν, ἕως ἂν ἀποθάνωσιν. Τοῦτον ἢν μὴ παραχρῆμά τις ἰήσηται, ὑποτροπιασάσης τῆς νούσου, οὐκ ἂν μετὰ ταῦτα ἔχοις ὠφελῆσαι, ἢν μὴ τάδε ποιήσῃς· γάλακτι βοείῳ παχύνας, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἡ αὐτὴ ἂν ὠφελείη γένοιτο. Ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτέων ἁμαρτάδων γίνεται ὧν καὶ ἡ πρόσθεν.

3. Πλευμονὶς δὲ γίνεται ἀπὸ τῶνδε μάλιστα· ὁκόταν ὁ πλεύμων αἷμα ἑλκύσας ἐφ’ ἑωυτὸν ἢ φλέγμα ἁλμυρὸν μὴ ἀφῇ πάλιν, ἀλλ’ αὐτοῦ ξυστραφῇ καὶ ξυμπαγῇ, ὑπὸ τουτέων φύματα φιλέει γίνεσθαι ἐν τῷ πλεύμονι καὶ ἐμπυοῦσθαι. Οὗτος τάδε πάσχει κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· βὴξ ὀξείη ξηρὴ ἴσχει, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀδύνη ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ ἔγκειται,

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]