Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

ἐν τῇ πρόσθεν. Γίνεται δὲ τὸ νούσημα ἀπὸ ταλαιπωρίης, ὁκόταν ῥαγῇ τὰ φλέβια τὰ ἐς τὸν νεφρὸν τείνοντα, ἔπειτα ὁ νεφρὸς αἵματος ἐμπλησθῇ. Οὗτος ὁκόταν ταῦτα πάθῃ, ἐξουρέει ἅμα τῷ οὔρῳ αἷμα κατ’ ἀρχὰς τοῦ νουσήματος, ἔπειτα πῦον προϊόντος τοῦ χρόνου. Οὗτος ἢν ἡσυχίην ἔχῃ τῷ σώματι, τάχιστα ὑγιὴς ἔσται· ἢν γάρ τι πονήσῃ, αἱ ὀδύναι πολλῷ μᾶλλον ἕξουσιν. Ὁκόταν γοῦν ἔμπυος ᾖ ὁ νεφρὸς, ἀποιδέει παρὰ τὴν ῥάχιν· τοῦτον, ὅταν οὕτως ἔχῃ, τάμνειν κατὰ τὸ ἀποιδέον, μάλιστα μὲν βαθείην τομὴν κατὰ τὸν νεφρόν· κἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις· ἢν δὲ ἁμάρτῃς, κίνδυνος ἕλκος ἔμμοτον γενέσθαι. Ἢν δὲ ξυμφυῇ τὸ ἕλκος, ἐμπυοῦται εἴσωθεν ἡ κοιλίη ἡ ἀπὸ τοῦ νεφροῦ· κἢν μὲν ῥαγῇ ἔσωθεν καὶ χωρήσῃ κατὰ τὸν ἀρχὸν τὰ πῦα, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ ψαύσῃ τοῦ ἑτέρου νεφροῦ, κινδυνεύσει καταφθαρῆναι. Μελετῇν δὲ φαρμάκοισι καὶ τοῖσιν αὐτοῖσι πᾶσιν, οἷσι καὶ τὸν πρόσθεν, καὶ τὴν δίαιταν τὴν αὐτὴν ἐχέτω· αὕτη δὲ ἡ νοῦσος χαλεπὴ, καὶ πολλοὶ ἐκ ταύτης τῆς νούσου ἐς φθίσιν νεφρίτιδα κατέστησαν.

16. Τρίτη νοῦσος νεφρῶν· τὸ μὲν οὖρον προέρχεται οἷον ἀπὸ κρεῶν βοείων ὀπτῶν χυλός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς μελαίνης, ὁκόταν χολὴ ἐς τὰ φλέβια συῤῥῇ τὰ τείνοντα ἐς τὸν νεφρὸν, καὶ ὁκόταν στῇ, ἑλκοῖ τὰ φλέβια καὶ τὸν νεφρόν· ὑπὸ οὖν τῆς ἑλκώσιος τοιοῦτον ὑποχωρέει ἅμα τῷ οὔρῳ. Αἱ δὲ ὀδύναι ἔχουσιν ἐν τῇ ὀσφύϊ καὶ ἐν τῇ κύστει καὶ ἐν τῷ περινέῳ καὶ ἐν αὐτῷ τῷ νεφρῷ, ἐπ’ ὀλίγον χρόνον· ἔπειτα ἀνῆκεν ὁ πόνος καὶ αὖθις ἐπέλαβεν ὀξὺς δι’ ὀλίγου· καὶ ἐς τὸ λεπτὸν τῆς γαστρὸς ἔστιν ὅτε ὀδύνη ἐμπίπτει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὑποκαθῆραι τὴν κοιλίην ἐπιθύμῳ ἢ τῆς σκαμμωνίης ῥίζῃ· πίνειν διδόναι τὰ αὐτὰ ἃ καὶ τῷ στραγγουριῶντι,

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]