Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

καὶ ἄλλα παντοδαπὰ θηρία καὶ ὁπλῖται μαχόμενοι, καὶ αὐτὸς ἐν αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων μάχας καὶ πολέμους, καὶ ἐπέρχεται, καὶ ἀπειλέει, ἢν μή τις αὐτὸν ἐῇ ἐξιέναι· κἢν ἀναστῇ, οὐ δύναται ἀείρειν τὰ σκέλεα, ἀλλὰ καταπίπτει· καὶ οἱ πόδες αὐτοῦ αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ φοβέεται, ὁκόταν ἐνύπνια ἴδῃ φοβερά. Τῷδε δὲ γινώσκομεν, ὅτι ἀπὸ ἐνυπνίων ἀΐσσει καὶ φοβέεται ὁκόταν ἔννοος γένηται, ἀφηγεῖται τὰ ἐνύπνια, ὁκοῖα καὶ τῷ σώματι ἐποίεε καὶ τῇ γλώσσῃ ἔλεγε. Ταῦτα μὲν οὕτω πάσχει. Ἔστι δ’ ὅτε καὶ κίεται ἄφωνος ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα ἀναπνέων πολλὸν τὸ πνεῦμα ἀθρόον. Ὁκόταν δὲ παύσηται παραφρονέων, εὐθὺς παραχρῆμα ἔννοος γίνεται, καὶ ἢν ἐρωτῇ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτ’ αὖθις ὕστερον ὀλίγῳ χρόνῳ ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀλλοδημίῃ, καὶ ἤν κου ἐρήμην ὁδὸν βαδίζῃ καὶ ὁ φόβος αὐτὸν λάβῃ ἐκ φάσματος· λαμβάνει δὲ καὶ ἄλλως. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι τοῦ μέλανος ἐλλεβόρου πέντε ὀβολοὺς στήσας, διδόναι δὲ ἐν οἴνῳ γλυκεῖ, ἢ κλύζειν αὐτὸν ἐν τούτοισι· νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον ὄϊος, τοῦτο τρῖψαι λεῖον, καὶ παραμῖξαι μέλιτος καλίστου ἡμικοτύλιον, ἑψήσας, ἐν θυείῃ, καὶ ἡμικοτύλιον ἐλαίου καὶ ἀπὸ τεύτλων ἑφθῶν ὕδατος τέσσαρας κοτύλας ἐξαιθριάσας· ἢν δὲ βούλῃ, ἀντὶ τεύτλου ὄνειον γάλα ἑψήσας παραμῖξαι· ταῦτα μίξας κλύζειν, ἤν τε πυρετὸς ἔχῃ ἤν τε μή. Ῥοφήμασι δὲ χρεέσθω πτισάνῃ καθέφθῳ, μέλι παραχέων· πινέτω δὲ μέλι καὶ ὕδωρ καὶ ὄξος συγκεράσας ἅμα, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ ἐν δεκατέσσαρσιν

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]