Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus Interioribus (Internal Affections)

Littré 1851

ἀκούειν οὐ δύναται αὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ὁρῇν ὑπὸ τοῦ βάρεος· ἱδρώς τε πολλὸς καταχέεται κάκοδμος, μάλιστα μὲν ἢν ἡ ὀδύνη ἔχῃ, καταχέεται δὲ καὶ ἢν ἡ ὀδύνη ᾖ καὶ λωφᾷ, καὶ τῆς νυκτὸς μάλιστα· ἡ δὲ χροιὴ αὐτοῦ ἰκτερώδης δείκνυται. Αὕτη ἡ νοῦσος τῆς προτέρης ἧσσον μικρῷ θανατώδης. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην, κάτω μὲν τῷ ἱππόφεῳ, ἄνω δὲ τῷ ἐλλεβόρῳ, καὶ τὴν κεφαλὴν καθαίρειν τῷ τετραγώνῳ· καὶ ὁκόταν ὑπὸ τοῦ ἐλλεβόρου κεκαθαρμένος ᾖ, τῇ ὑστεραίῃ ὀνείῳ ἑφθῷ γάλακτι ὑποκαθαίρειν, τῇ δὲ τρίτῃ αἰγείῳ ἑφθῷ, ὡσαύτως δὴ καὶ τῇ τετάρτῃ καὶ τῇ πέμπτῃ· εἴκοσι δὲ ἄλλας ἡμέρας διδόναι ὠμὸν γάλα βόειον, εἴτε καὶ αἴγειον, τρίτον μέρος μελικρήτου παραμίσγων, πινέτω δὲ τοῦ γάλακτος χοέα· μετὰ δὲ τὴν κάθαρσιν τὴν κάτω τῶν φαρμάκων τὰ αὐτὰ προσφέρειν, ἃ καὶ τοῖσιν ὑπὸ ὑδέρου κατεχομένοισι· τὸν δὲ λοιπὸν χρόνον, ὁκόταν τὸ γάλα πίνῃ, δειπνεέτω ἄρτον ἔξοπτον, ὄψον δε ἐχέτω ἐν ἰχθύσι μὲν σκορπίον ἢ καλλιώνυμον ἢ κόκκυγα ἢ ῥίνης τέμαχος ἑφθὸν ἐν ἀρτύμασιν, ἐν κρέασι δὲ οἰὸς ἢ ἀλεκτρυόνος νεοσούς· ταῦτα ἑφθά· οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ, ἢν δὲ μὴ, μέλανα αὐστηρόν· εἶτα περιπατεέτω μετὰ τὸ φαγεῖν, ὅκως ἂν μὴ ῥιγώσῃ. Τούτῳ ἢν μὲν οὖν ξυμφέρῃ, τὰ σιτία διδόναι, ἢν δὲ μὴ ξυμφέρῃ, ῥοφήματα διδόναι πτισάνης ἢ κέγχρου. Ταύτῃ τῇ νούσῳ ἢν τριήκοντα ἡμέρας παρέλθῃ ὁ νοσέων, ὑγιαίνεται· αὗται γὰρ κρίνουσιν, ἢν θανάσιμος ἢ μή· ἡ δὲ νοῦσος χαλεπή.

Work

Title: Hippocrates: De Affectionibus Interioribus
English: Internal Affections
Original: Περὶ τῶν ἐντὸς παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 166-302

Publisher: Baillière, Paris

Download

Hipp-Gr_050.xml [207 Kb]